Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 12-4
Not analysed yet
ιβ΄. Τῆσδε δὲ τῆς Χεῤῥονήσου τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον νενευκότα καὶ εὐρόνοτον ἄνεμον ,καὶ μέχρι τοῦ μεσημβρινοῦ κέντρου τῷ Ἑλλησπόντῳ παρατείνται. περιῤῥεῖ γὰρ σχεδόν τι ἅπασαν ,καὶ ταῖς καμπαῖς τῶν ἠϊόνων συμπεριάγεται βραχεῖ τινι μέρει τῆς ἠπείρου ,καὶ μόνοις τεσσαράκοντά που σταδίοις εἰργόμενος τοῦ νῆσον αὐτὴν ἀπεργάσασθαι. ἐν τούτῳ δὲ τῷ ἰσθμῷ τεῖχος ἐκταδὸν ἵδρυται ξυνεχὲς ἐγ᾿ ἑκατέρᾳ θαλάττῃ προβεβλημένον· πόλεις τε ἒν- δοθὲν αὐτῷ προσπεπηγυῖαι τυγχάνουσιν, Ἀφροδισιάς τε καὶ Θῆσκος καὶ Κίβηρις. τούτων δὲ ὡς ἀπωτάτω ἀμφ’ αὐτὸν δήπου τὸν πορθμὸν καὶ τοὺς παρακτίους ἀγκῶνας Σηστός γέ ἐστι πόλις ἡ περιλάλητος τῇ ποιήσει καὶ ὀνομαστοτάτη, οὐκ ἄλλου του ἕνεκα, οἶμαι, ἢ μόλον ἐπὶ τῷ λύχνῳ τῆς Ἠροῦς ἐκείνης τῆς Σηστίδος, καὶ τῷ Αεάνδρου ἔρωτι καὶ θανάτῳ. οὐ πόρρω δὲ αὐτῆς καὶ ἕτερόν τι κεῖται πολίχνιον, ἐλάχιστον μὲν καἰ ἀκαλλὲς, καὶ οὐδὲω ὁτιοῦν ἐπέραστον ἔχον, Καλλίπολις δὲ ὅμως ἐπονομαζόμενον· τὰς γε μὴν περιοικίδας κοσμοῦσιν ἀγροί τε καὶ ἐπίνεια καὶ δένδρων ποικίλων ἐσμὸς καὶ ῥείθρων ποτίμων, γῆ τε ἐυαρδὴς ἄγαν καὶ κάρπιμος, κἀν τοῖς ἀναγκαίοις διαρκεστάτη. τοσαῦτα ἄρα πολίσματα καὶ χώραν ὡς πλείστην ἔνδον ἐναπολαμβάνει τὸ ἔρυμα, ὡς μὴ πολεμίοις εὐέφοδα εἶναι. τότε δὴ οὖν ὁ Ζαβεργὰν εὐωχούμενος τῶν ἐλπίδων, διενοεῖτο καθ’ αὑτὸν, ὡς εἲγε τὸ τεῖχος καθέλοι, καὶ τοῖς ἔνδον ὁμιλήσει χωρίοις, δυνήσεται θᾶττον καὶ τῆς θαλάττης κρατῆσαι· ἐντεῦθέν τε ὡνειροπόλει νηῶν αὐτῷ παρέσεσθαι πλῆθος, καὶ ὅτι διαβήσεται κατὰ τὴν Ἀσίαν, τὸν μεταξὺ πόρον στενώτατον ὄντα καὶ οὐ μάλα τραχεῖ κύματι χαρασσόμενον εὐκολώτατα διαπλεύ- σὰς, καὶ ὡς εὐθὺς τὴν Ἄβυδον λυμανεῖται, καὶ τὸ ἐν αὐτῇ πορθήσει δεκατευτήριον. τούτοις δὴ οὖν μάτην τοῖς βουλεύμασιν ἐξηρεθισμέριον, ἔστειλε δύναμιν ἀνὰ τὴν Χεῤῥόνησον, ὁπόσην ἀποχρήσειν ἐς τόδε τὸ ἔργον ἡγεῖτο αὐτὸς δὲ σὺν ἑπτακισχιλίοις ἱππόταις ἰθὺ τῆς Κωνσταντινουπόλεως πορευόμενος, τούς τε ἀγροὺς ἐδᾔου, καὶ τῶν πολισμάτων ἐπειρᾶτο καὶ ἅπαντα ἐκίνει χύδην καὶ ξυνετάραττεν. αἰτία δὲ ἦν τῆς ἐφόδου τῷ μὲν ἀληθεστάτῳ λόγῳ ἀδίκία βαρβαρικὴ καὶ πλεονεξίας ἐπιθυμιά σκῆψιν δὲ ὅμως τινὰ καὶ προκάλυμμα ἐποιεῖτο τὴν πρὸς τοὺς Οὐτιγουιρους δυσμενειαν· Σάνδιχλος γάρ τις ὄνομα Οὖννος ἀνὴρ ἡγεῖτο μὲν ἐκείνου τοῦ γένους, εὔνους δὲ ἐς τὰ μάλιστα καὶ ἔνσπονδος ὑπῆρχεν ῾Ρωμαίοις. τοιγάρτοι βασιλεὺς ἔστεργέ τε αὐτὸν καὶ ἐγέραιρε, καὶ δώροις θαμὰ ἐφιλοφρονεῖτο. οἱ δὲ Κοτρίγουροι ἅτε δὴ οὐ τῶν ὁμοίων μετέχνοτες, ἀλλὰ παντάπασι περιπεφρονημένοι καὶ περιφανῶς προπηλακιζόμενοι, τήνδε ποιεῖσθαι τὴν ἐκστρασίαν ᾠήθησαν χρῆναι, ὡς ἂν καὶ αὐτοὶ δῆθεν φοβεροί τε καὶ λόγου ἄξιοι ἀποδειχθεῖεν, καὶ οἷοι μὴ ἐφιέναι τῷ ἀτιμάζοντι.