Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 16-3
Not analysed yet
ις΄. Ὑπεξελθὼν γὰρ ὁ στρατηγὸς ὀλίγον τοῦ ἄστεος, ἐν Χέττου κώμῃ τῷ χωρίῳ στρατοπεδευσάμενος, ἐμπειρίαν τε ἐς τὰ μάλιστα ἐπεδείκνυτο καὶ τόλμαν πολλῷ κρείττονα τῆς ἡλικίας. γηραιὸς μὲν γὰρ ἦν ἤδη, καὶ ἀσθενεία ὡσπερ εἰκὸς εἴχετο πολλῇ· οὔτε δὲ ἐνδιδοὺς τοῖς πόνοις ἐφαίνετο, οὔτε ἄλλως φιλοψυχήσας. εἵποντο δὲ ὁπλῖται μὲν ἄνδρες ἀγαθοὶ ἐς ἀλκὴν καὶ ξὺν αὐτῷ ἔνια τῶν ἀγώνων πεπονηκότες, ὀπόσα δὴ ἐν Ἑσπέρᾳ ἐτύγχανε διανύσας, οὐ πολλῶ πλείους τριακοσίων· τὸ δὲ λοιπὸν ἅπαν πλῆθος ἄνοπλόν τε ᾦ περιφανῶς καὶ ἀπόλεμον, καὶ μόνῳ τῷ ἀπείρως ἔχειν ἡδίστους ἡγούμενοι τοὺς κινδύνους, θέας τε ἕνεκα μᾶλλον ἥ παρατάξεως ἀφιγμένοι. συνέρρει δὲ ἀμφ’ αὐτὸν καὶ ὁ τῶν πλησιοχώρων ἀγροίκων ὅμιλος. πεπορθημένων γὰρ αὐτοῖς ἤδη ἀγρῶν ὑπὸ τῶν βαρβάρων, οὐκ ἔχοντες ὅποι τραπεῖεν, ὡς Βελισάριον αὐτίκα ἠθροίζοντο. ὁ δὲ τῷ πλήθει τῶν ἀγροίκων ἐν δέοντι προσχρησάμενος, τάφρον εὐρεῖαν περιεβάλετο, καὶ κατασκόπους θαμὰ ἔστελλε, τὰς τῶν ἐναντίων δυνάμεις εἰκάσοντας ὡς οἷον τε καὶ ἐξαριθμησομένους, καὶ εἴ τι ἕτερον ἐλεῖν δυνηθεῖεν ἀπαγγελοῦντας. οὕτω τὲ διετέλει ἕκαστα γνωματεύων καὶ διανοούμενος· νυκτὸς δὲ ἐπιγιγνομένης, φρυκτωρίας ἀνῆπτε πολλὰς ἔπι μέγα τοῦ πεδίου σκεδαννυμένας, ἵνα δὴ οἱ πολέμιοι ὁρῶντες οἰηθεῖεν μέγιστον εἶναι τὸ στράτευμα, ταῖς πυραῖς ἀναμετροῦντες· καὶ τοίνυν οὕτω δὴ ᾤοντο καὶ δεδιότες ἠρέμουν. ἀτὰρ οὐκ ἐπιπλεῖστον ταῖς ἀπάταις καταστρατηγούμενοι, ἡσυχίαν ἦγον· ἠκηκόεσαν γὰρ ἤδη ὡς ἐλάχιστος εἴη ὁ τῶν Ῥωμαίων στρατὸς, καὶ ἥκιστα αὐτοῖς ἀξιόμαχος· πλὴν ἀλλ’ οἱ στρατιῶται πολλῆς εἴχοντο προθυμίας, περιφρονοῦντες μὲν τοὺς ἀντιπάλους, εἰ καὶ μυρίοι ὅσοι ἐπιφοιτήσαιεν, τῇ σφετέρᾳ δὲ ἅρπῃ μάλιστα πεποιθότες, ἅτε δὴ Ῥωμαῖοί γε ὄντες, καὶ ἐμπειρίᾳ μεγάλων ἤδη κινδύνων τὰ πολέμια ἐκμελετήσαντες. συναισθόμενος δὲ ὁ Βελισάριος τῆς τῶν ἀνδρῶν μεγαλοφροσύνης, καὶ ὅτι, ἤπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι πόνοις βρενθυόμενοι, τῶν ἐν ποσὶ κατολιγωροῦσιν, ἐδεδίει μήποτε ἄρα μεγίστην εὐρυχωρίαν ταῖς ἐλπίσι παράσχοιεν, τε αὐτοὺς καὶ ἀπάγειν ὅποι καὶ βούλονται τῷ ῥᾳδίας καὶ προσηνεῖς ὑποφαίνειν τὰς τῶν ἐγχειρημάτων ἐκβάσεις. ὡς οὐν μὴ οὕτω ταῦτα συμβαῖεν, ἤθροισεν ἅπαντας ἐς ταὐτὸ, ὧσπερ ἤδη τοῦ ἀγῶνος ἐφεστηκότος· καὶ φανεὶς ἐς μέσον, ἔλεξε τοιάδε.