Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 17-5
Not analysed yet
ιζ΄. „Οὐχ ὡς ἐκ δέους ὑμᾶς, ὦ ἄνδρες, πρὸς τὸ θαῤῥεῖν ἀναστὴσων, τοῦτο δὴ τὸ πρὸ τῶν κινδύνων γιγνόμενον, ἥκω τοῖς εἰωθόσι χρησόμενος λόγοις· ἦ γὰρ ἂν καὶ ἐπιλελῆσθαι τῶν πρότερόν μοι τῇ πείρᾳ γνωσθέντων δόξαιμι ἂν, εἴγε στρατιώταις Ῥωμαίοις, ἐν συμπλοκαῖς ἀεὶ τεθραμμένοις, καὶ πολιτείας ὡς εἰπεῖν μεγίστων ἐθνῶν καθελοῦσιν, εἶτα νῦν παραταττομένοις πρὸς βαρβάρους ἀλήτας, καὶ οὕννους καὶ Κοτριγούρους, παραίνεσιν τινα πρὸς τὸ μὴ διέναι προθήσειν. ἀλλ᾿ ὁρῶν ἐν ὑμῖν πολὺ τὸ ὑπερφρονοῦν καὶ θρασυνόμενον, καὶ πέρα τοῦ καθεστῶτος ἠρμένον, οὐκ ἄλογον εἷναι τὸ δεῖν ἀναμνῆσαι τῆς ἀρχαίας ὑμῶν εὐκοσμίας ᾠήθην. τὸ γὰρ ἔκμετρον πανταχοῦ φυλακτέον τοῖς ἔμφροσιν, εἰ καὶ πρός τι τῶν ἐπαινουμένων φερόμενον τύχοι· καὶ τὸ μεγαλαυχεῖν ἐς τοσοῦτον τοῖς προϋπγργμένοις ἐς ὅσον τῶν ὁμοίων διὰ παντὸς τυγχάνειν πεπεῖσθαι, τὴν ἐκ τοῦ λογισμοῦ προμήθειαν ἀποβάλλειν φιλεῖ, καὶ πρὸς ἀλαζονείαν ἐξάγειν. τοῖς δὲ πρὸς τοῦτο παρανοίας ἐληλακόσιν, ὡς μηδὲν ὁτιοῦν ἐν νῷ τίθεσθαι τῶν μετρίων, κἂν αὐτὸ τὸ κρεῖττον ἀντιτάττεσθαι προαχθείη· καίτοι κἀκεῖνο σκοπεῖσθαι χρεὼν, ὠς εἰ καἰ πολλῷ τῆς ὑμετέρας ἀνδρείας ἡττώμενοι τὐχοιεν, ἀλλὰ τῷ πλήθει κρατοῦσι. καὶ εἴπερ τὸ ἑκατέρω- θεν πλεονάζον ἀντεξετάσοιμεν, πρὸς πρὸς χωρήσει τὰ τῆς ἀμετρίας. πῶς οὖν οὐκ αἰσχρὸν ἡμᾶς ἐξ ἀγχωμάλου παρασκευῆς ἀγωνιζομένους, οὕτω λίαν ἔχειν τὸ προπετὲς καὶ ἀκάθεκτον, ὡς μηδὲ καιρὸν ἢ τάξιν ἢ τὰς ἀτάκτους τῆς τύχης ῤοπὰς ἐν λῴω ποιεῖσθαι; δυνάμει γὰρ χειρῶν οὐκ ὄν τις, οἶμαι, περιέσοιτο πολεμίων, ἢν μὴ προσῇ τὸ κρίνον ὀρθῶς καὶ λογιζόμενον. ἐπεὶ πῶς ἂν οἶόν τε ἦν ἔμοιγε ἐς τόδε πολιᾶς ἥκοντι, καὶ οἷον ἐξώρῳ τὰ πολέμια ὁμιλεῖν καὶ κινδύνοις, εἰ μὴ τοῖς τῆς εὐβουλίας ἀγαθοῖς ἐνῆν ἁμωσγέπως πεποιθέναι; εἰ τοίνυν καὶ γήρως ἀσθένειαν γνώμη στερρὰ καὶ τῶν προσηκόντων ἐφιεμένη κρατύνει καὶ διανίστησι πρὸς τὸ συνοῖσον, ἀναπληροῦσα τῇ προμηθεἰᾳ τὸ ἐκ τῆς ἡλικίας ἐνδέον, πῶς οὐ μᾶλλον ὑμᾶς ὀνήσει νεότητι συμπαροῦσα καὶ τῇ τοῦ σώματος ῥώμῃ; τὰς γὰρ ἐκ τύχης τινὸς ἥ χειρὸς ἀγεννοῦς ἀποτεύξεις ἴσως ἂν λογισμὸς ἀσφαλὴς, καὶ οἶος τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, μετασκευάσειε πρὸς τὸ συμφέρον, καὶ θεραπεύσειε τὸ ἡμαρτημένον. ἔνθα δὲ γνώμης σφαλείσης, τῷ μὴ τὰ δέοντα διανοηθῆναι, τῶν ἀβουλήτων τι συνενεχθείη, πόθεν ἂν ληπτέον το σῶζον καὶ ἀνακαλούμενον, εἴγε πρῶτον ἐκεῖνο τὸ ταῦτα τίκτειν πεφυκὸς παρατραπείη; καίτοι θαυμάσειεν ἴσως ἄν τις ἐμοῦ τῆς ἐπὶ τῇ παραινέσει καινοτομίας. δέον γὰρ προσεξαίρειν καὶ διανιστᾷν τὸ πεποιθὸς ἐν ὑμῖν καὶ προθυμούμενον, ἀλλ᾿ ἔγωγε κοιλαίνω ταῦτα τοὐναντίον καὶ παραιροῦμαι, καὶ λογισμοὺς ἐμβάλλων καὶ ὄκνους, νοῦς, καὶ ἀμφιβόλους ποιῶν τὰς ἐλπίδας.