Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 18-3
Not analysed yet
ιη'. Ὁ μὲν οὖν Ἰλλοῦς προπορευόμενος ἡγεῖτο τῶν ἀνδρῶν ἐς τὴν ἀνάβασιν, ὡς ἤδη αὐτῷ τῇ πείρᾳ καὶ διεγνωσμένην. εἵπετο δὲ εὐθὺς Ζίπερ ὁ Μαρκελλίνου δορυφόρος, καὶ μετ' ἐκεῖνον Λεόντιος ὁ Δαβραγέζου, καὶ ἐπ' αὐτῷ Θεόδωρος ὁ τῶν Τζάννων ταξίαρχος· καὶ οὕτως ἑξῆς ἅπαντες οἱ ἄλλοι ἀνήγοντο στοιχηδὸν ἀλλήλοις παρομαρτοῦντες. ἤδη δὲ αὐτῶν ὑπὲρ τὸ μεσαίτατον ἐληλυθότων, ἑώρων μάλα σαφῶς οἱ προτεταγμένοι τήν τε πυρὰν τῶν φρουρῶν ἀναπτομένην, καὶ αὐτοὺς ὡς πλησιαίτατα κατακεκλιμένους· καὶ οἱ μὲν ἑπτὰ περιφανῶς ἐκάθευδον, καὶ ὑπορέγχοντες ἔκειντο. εἷς δέ γε μόνος ἐπ' ἀγκῶνος ἐρηρεισμένος, ὥσπερ ἐγρηγορὼς διετέλει. ξυνείχετο γὰρ γὰρ καὶ ὃς τῷ ὕπνῳ καὶ ἐκαρηβάρει· οὔπω δῆλος ἦν ὅποι χωρήσει, ἐπινυστάζων θαμὰ καὶ ἀναπαλλόμενος. ἠν τούτῳ δὲ Λεόντιος ὁ Δαβραγέζου ὑπὲρ τέλματός τινος ὀλισθήσας καταπίπτει ἀθρόον καὶ ὑποφέρεται, καὶ περιῤῥήγνυσι τὴν ἀσπίδα. πατάγου δὲ ὥσπερ εἰκὸς μεγάλου ἀρθέντος, ἀνέθορον ἅπαντες οἱ φρουροὶ διεπτοημένοι καὶ ὑπὲρ τῆς εὐνῆς ἥμενοι, τά τε ξίφη ἐσπάσαντο, καὶ κατεσκόπουν ἁπανταχοῦ τοὺς αὐχένας περιδινοῦντες· υμβάλλειν δὲ οὐκ εἶχον, ὅτι ποτέ ἐστι τὸ γεγενημένον· τῷ τε γὰρ πυρὶ καταυγαζόμενοι, τοὺς ἐν τῷ σκότῳ ἑστῶτας διορᾷν οὐκ ἠδύναντο, καὶ ὁ κτύπος αὐτοῖς καθεύδουσι προσπεσὼν, οὐ μάλα ἐναργὴς ἦν, οὐδὲ ἀποκεκριμένος, οὐδὲ ὁποὶος ὅπλα παραδηλῶσαι κατεωεχθέντα· οἱ δὲ Ῥωμαῖοι ἐς τὸ ἀκριβὲς ἕκαστα κατεθεῶντο. τοιγάρτοι τὸ βάδισμα ἐπισχόντες, ἀτρέμα ἐμενον, ὥσπερ τῇ γῇ ἐνεῤῥιζωμένοι, καὶ οὔτε φωνῆς ἦχος ἐψιθυρίζετο, οὔτε τοὺς πόδας μετρίως γοῦν μετεκίνουν, ἀλλ' οὕτως ὥσπερ εἶχον προσεπεπήγεσαν, πήγεσαν, εἴτε πέπρᾳ ὀξείᾳ τυχὸν, εἴτε θάμνῳ τινὶ ἐτύγχανο0ν ἐπιβεβηκότες. εἰ γὰρ μὴ οὕτως ἐποίουν, καί τις ξυναίσθησις τοῦ δρωμένου τοῖς φύλαξιν ἐγεγόνει, πάντως ἢν πέτραν τινὰ μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας ἐπιτρίψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυ- δοί τε εἱστήκεσαν καὶ ἀδόνητοι, καὶ αὐτὴν δὴ τὴν τοῦ πνεύματος φορὰν ξυστέλλοντες ἠρέμα καὶ ταμιευόμενοι. καὶ ἄγαμαί γε αὐτοὺς ἔγωγε τῆς εὐκοσμίας, ὅτι δὴ ἅπαντες ἅμα ὥσπερ ἐκ συνθήματος ἐν ἀκαρεῖ χρόνου τοῦ συνοίσοντος ἐστοχασμένοι, ἐνεκαρτέρουν τῇ τάξει, καὶ διενοοῦντο ἐν ἑαυτοῖς ὁπόσα φθέγγεσθαι ὁ καιρὸς οὐκ ἐδίδου. οἱ δὲ βάρβαροι, ἐπειδὴ αὐτοῖς μηδὲν ὁτιοῦν δεινὸν ὑπεφαίνετο, πάλιν εἰς τὸ προσφιλὲς ἐτράποντο, ἀσμενέστατα καταδαρθέντες.