Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 26-2
Not analysed yet
κς΄. Oἱ δὲ πέρσαι τοῦτον ἐκεῖνον εἶναι τὸν στρατὸν ὑποτοπήσαντες ὃν δὴ παρέσεσθαι ἠκηκόεσαν, κω ὅτι διαλαθόντες τοὺς ἐς τοῦτο ἀποκεκριμένους ἀφίκοντο, θορύβου καὶ δέους ἐνεπίμπλαντο, καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι, ἀπεχώρουν ἠρέμα ἐς τὰ ὀπίσω, καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. ταῦτα δὲ πόρρωθεν οἱ Διλιμνῖται θεασάμενοι, ἀμφὶ γὰρ τὸ μεσαίτατον τοῦ τείχους ἐμάχοντο,) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. Ἄγγιλας δὲ καὶ Θεόδωρος, οἱ τῶν ῾Ρωμαίων ταξίαρχοι, ὦν δὴ καὶ πρότερον ἐπεμνήσθην, ἐπιφρασάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων, ἐπεξίασιν ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. οἱ δὲ ἄλλοι Διλιμνῖται ταῦτα ἰδόντες ,οἵπερ ᾔεσαν ὡς δὴ τοῖς πιεζομένοις ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἔπι θάτερα, ὑ- παπιάζειν βουλὀμενοι τοῖς Ῥωμαίοις, ἄμεινον εἶναι ἡγοὐμενοι εἰ μᾶλλον τοῖς ὁμοφύλοις ἐς ὅ, τι τάχιστα ἐπαρήξαιεν, σπουδῇ τε ἀτάκτῳ καὶ δρόμῳ πολλῷ ἐφέροντο, ὡς φεύγουσι μᾶλλον ἀπρεπῶς, ἢ ὅτι ἑτέροις ἐπέρχονται, εἰκασθῆναι. ἔθεον μὲν γὰρ ὡς δὴ τοῖς οἰκείοις προσβοηθήσοντες ,πλέον δέ τι ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. ἡ δὲ τῶν Περσῶν στρατιὰ, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες τοὺς Διλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας, ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδὸάσκουσι διανοηθέντες, καὶ λογιζόμενοι ὡς οὐκ ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἰσ́χονς ἀφίκοντο, μὴ μεγάλου τινὸς καὶ ἀνυποίστου περιεστηκπός κινδύνου, τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα, τότε δὴ αὐτοῖς ἐς τοὐμφανὲς ἀνεῤῥάγη. ἀλλὰ γὰρ καὶ οἱ Διλιμνῖται ταὐτὰ περὶ τῶν Περσῶν οἰηθέντες, ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον, ἀπατήσαντές τε ἅμα καὶ ἐξηπατημένοι. τούτων δὲ γιγνομένων, πλεῖστοι ὅσοι τῶν Ῥωμαίων τοῦ περιβόλου διεκβάντες, λαμπροτέραν τοῖς πολεμίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς, καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεοτηκὸς διεπονοῦντο. τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρβάρων οὕτω δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο. οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ ξυντεταγμένοι καρτερώτατα ἀπεμάχοντο. οἱ τε γὰρ ἐλέφαντες ἀντ’ ἐρύματος προβεβλημένοι καὶ ἐπεισπηδῶντες, διετάραττον αὐτίκα τὸν συνασπισμὸν τῶν Ῥωμαίων εἴπου ξυσταίη· οἵ τε ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, οἷα ἐς ὕψος ἠρμένοι ,καὶ τῷ ὑπερανέχειν εὐσκοπώτοτα βάλλοντες· αἱ τε τῶν ἱππέων ἴλαι, διεκτρέχουσαι, ῥαδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλίναντες ἀπηλαύνοντο.