Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 27-3
Not analysed yet
κζ΄. Ἐκείνου δὲ τεθνηκότος, Οὐαραρόνης ὁ υἱὸς προστὰς τῆς ἀρχῆς, εἰσβολὴν μὶν κατὰ 'Ρωμαίων πεποίηται· φιλίως δὲ αὐτὸν καὶ ὑφειμένως τῶν ἐν τοῖς ὁρίοις ἱδρυμένων στρατηγῶν προσδεξαμένων, ὁ δὲ θᾶττον ἀπηλλάγη, καὶ εἰς τὴν ὑπήκοον ἐπανῆκεν, οὔτε προσπολεμήσας τοῖς πέλας, οὔτε ἄλλως τὴν χώραν σινάμενος. εἴκοσι δὲ κρατήσας ἐνιαυτούς, παραδίδωσι τὴν βασίλειαν Ἰσδιγέρδῃ θατέρῳ τῷ οἰκείῳ παιοι, ᾧ δὴ χρόνος ἐν τῇ βασιλείᾳ διηνύσθη ἐτῶν ἑπτακαίδεκα, καὶ μηνῶν δήπου τεττάρων. Περοζης δὲ μετ᾿ ἐκεῖνον ἀναδεικνυται βασιλεὺς, ἀνὴρ τολμητίας μὲν ἄγαν καὶ φιλοπόλεμος, καὶ πρὸς τὸ μεγαλουργὸν τῆς γνώμης ἀεὶ τετραμμένος· λογισμῷ δὲ στεῤῥῷ καὶ βεβηκότι οὐ μάλα ἐχρῆτο· ἀλλὰ πλέον ἦν αὐτῷ τοῦ βουλευομένου τὸ θρασῦνον. ἀπόλωλε δὴ οὖν, κατὰ τῶν Νεφθαλιτῶν ἐπιστρατεύσας, οὐ τοσοῦτον, οἶμαι, τῇ ῥώμῃ τῶν δυσμενῶν ὁπόσον τῇ οἴκοθεν ἀκοσμίᾳ· δέον γὰρ αὐτὸν σὺν τῷ ἀσφαλεῖ κατὰ τὴν πολεμίαν πορεύεσθαι, τὰς ἀδήλους ἐπιβουλὰς προδιασκοποῦντα καὶ φυλαττόμενον, ὁ δὲ λέληθεν ἑαυτὸν ἐνέδραις ἀθρόον περιπεσὼν καὶ βόθροις καὶ διώρυξιν, ἐπὶ μήκιστον τοῦ πεδίου πρὸς τὸ ἀπατηλὸν μεμηχνημέναις, αὐτοῦ τε σὺν τῇ στρατιᾷ διεφθάρη τετάρτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἐνιαυτῷ, καὶ καταλύει τὸν βίον ἀκλεῶς, ἅτε δὴ ὑπὸ τῶν οὕννων κατεστρατηγημένος· Οὐννικὸν γὰρ γένος οἱ Νεγδαλῖται. Βάλας δὲ ὁ τούτου ἀδελφὸς ἐπὶ τὴν ἀρχὴν ἀναβὰς, οὐδέν τι φαίνεται ἀξιαφήγητον δράσας πολέμων ἕνεκα καὶ παρατάξεων, οὐ μόνον τῷ πρᾶος εἶναι τοὺς τρόπους καὶ ἤπιος, καὶ πρὸς ὁρμὰς ἀλόγους καὶ συσμενείας οὐ μάλα διανιστάμενος, ἀλλ’ ὅτι καὶ βραχὺν ἐπεβίω χρόνον· τέτταρα γὰρ αὐτῷ μόνον ἔτη κατὰ τὴν βασιλείαν διέδραμεν. ἔπι τούτῳ δὲ Καβάδης ὁ Περόζου, τῶν Περαικῶν πραγμάτων κρατήσας, πολλοὺς μὲν κατὰ Ρωμαίων πολέμους διήνεγκε, πολλὰ δὲ κατὰ βαρβάρων τῶν προσοικούντων ἔστησε τρόπαια, καὶ χρόνον οὐδένα παρῆκε ταραχαῖς τε καἰ κινδύνοις ἐγκαλινδούμενος. ἦν δὲ ἄρα καὶ πρὸς τὸ ὑπήκοον ἀπηνής τε καὶ δυστιθάσσευτος, καὶ οἶος ἀνακινεῖν τὰ καθεστῶτα, ἔς τε τὴν πολιτικὴν δίαιταν καινουργεῖν, καὶ παρατρέπειν τὰ πάλαι συνειθισμένα. λέγεται δὲ ὡς καὶ νόμον ἒθετο, κοινὰ τοῖς ἀνδράσι προκεῖσθαι τὰ γύναια, οὐ κατὰ τὸν Σωκράτους, οἶμαι, καὶ Πλάτωνος λόγον, καὶ τὴν ἐν τῷ λόγῳ κεκρυμμένην ὠφέλειαν, ἀλλ’ ὥστε τῷ προστυχόντι ἐξεῖναι πρὸς ἣν ἂν ἐθέλοι χωρεῖν καὶ τῆς εὐνῆς μεταλαγκάνειν, εἰ καὶ ἐτέῳ τῳ τῳ συνοικοῦσα καὶ ἀποκεκριμένη