Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 31
Not analysed yet
λα'. Ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ διαλεχθέντες ἐψεύσθησαν τῆς ἐλπίδος, ἄνδρα εὑρόντες φιλοσοφεῖν μὲν φρυαττόμενον, οὐδὲν δὲ ὁ, τι καὶ ἐπαΐοντα τῶν αἰπυτέρων, ὅτι τε αὐτοῖς οὐδὲ τῆς δόξης ἐκοινώνει, ἕτερα δὲ ἅπα ἐνόμιζεν ὁποῖα ἤδη μοι εἴρηται, τήν τε τῶν μίξεων κακοδαιμονίαν οὐκ ἐνεγκόντες, ὡς τάχιστα ἐπανῄεσαν. καίτοι ἔστεργέ τε αὐτοὺς ἐκεῖνος κὼ μέ νεῖν ἠξίου, οἱ δὲ ἄμεινον εἶναι σφισιν ἡγοῦντο, ἐπιβάντες μόνον τῶν Ῥωμαϊκῶν ὁρίων, αὐτίκα, οὕτω παρασχὸν, καὶ τεθνάναι, ἢ μένοντες παρὰ Πέρσαις τῶν μεγίστων γερῶν μεταλαυχάνειν. οὕτω τε ἅπαντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ. ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας, οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος εἰς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο τοῦ χρόνου Ῥωμαῖοί τε καὶ πέρσαι σπονδὰς ἔθεντο κω ξυνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγεγραμμένων, τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας εἰς τὰ σφέτερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν, ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. οὐ γὰρ ἀνῆκεν ὁ Χοσρόης μὴ οὐχὶ καὶ ἐπὶ τῷδε συστῆναι καὶ κρατεῖν τὴν ἐχεχειρίαν. λέγεται δὲ αὐτοῖς κατὰ τὴν ἀποπορείαν θαυμάσιόν τι ἡλίκον καὶ μνήμης ἄξιον ξυνενεχθῆναι. καταλύσαντες γὰρ ἐν ἀγρῷ τινι Περσικῷ, ἐθεάσαντο σῶμα νεκρὸν ἀνθρώπου νεοθανοῦς, οὕτω πως ἄταφον ἐῤῥιμμένον. οἱ δὲ τὴν παρανομίαν τοῦ βαρβαρικοῦ νόμου κατελεήσαντες, κὼ οὐχ ὅσιον εἶναι ἡγούμενοι περιϊδεῖν τὸ ἀδικουμένην τὴν φύσιν, περιέστειλάν τε τὸ σῶμα ὡς οἶόν τε ἦν διὰ τῶν θεραπόντων, καὶ τῇ γῇ καταχώσαντες ἔθαψαν. ὡς δὲ ἐκάθευδον ἅπαντες ἐκείνης τῆς νυκτὸς, ἔδοξέ τις αὐτῶν, οὐκ οἶδα δὲ ὅστις, (οὐ γὰρ ἔχω τουννομα φράσαι,) ἔδοξε γοῦν ὅμως ὁρᾷν κατ᾿ ὄναρ ἄνδρα πρεσβύτην, γνώριμον μὲν οὐδαμῶς, οὐδ᾿ ὅσον εἰκάσαι, ἄλλως δὲ σεμνὸν καὶ αἰδοῖον, καὶ φιλοσοφίαν ἀσκοῦντι ἐμφερῆ τῷ τε σχήματι τῆς στολῆς καὶ τοῦ πώ- γωνος τῷ λίαν ἐκκρεμεῖ καὶ ἀφειμένῳ, ἐμβοᾷν τε αὐτῷ καθάπερ ἐγκελευόμενον καὶ παραινοῦντα τόδε τὸ ἔπος· Mὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι. Γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ᾿ ἄνδρα. ἀφυπνισθεὶς δὲ ἀθρόον ὑπὸ τοῦ δέους, ἀπήγγειλε τοῖς ἄλλοις τὸν ὄνειρον. οἱ δὲ τὸ μὲν παραυτικα διηπόρουν, ἐς ὅ, τι ανρα καί ἀποβαίη. ἐπεὶ δὲ εἰς τὸ περίορθρον ἀναστάντες ἐβάδιζον ἀνὰ τὰ πρόσω ,παρέρποντες ἐκεῖνο τὸ χωρίον, οὕτω τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης, οὖ δὴ αὐτοῖς τὰ ἐπὶ τῇ ταφῇ έσγεδίαστο ,εὑρίσκουσι τὸν νεκρὸν γυμνὸν αὖθις ὕπερθεν κείμενόν, ὡς δὴ τῆς γῆς αὐτὸν τρόπῳ τινι αὐτομάτῳ τοὐμφανὲς ἀναβαλούσης ,καὶ διαφυλάττειν ἀβρῶτα μὴ ἀνασχομένης. καταπλαγέντες δὲ τῷ παραλόγῳ τῆς θέας, εἴχοντο τῆς ποὸείας, μηδὲν ὁτιοῦν τολοιπὸν ἐπ᾿ αὐτῷ δράσαντες τῶν σφίσι νενομισμένων. ἀνελογίζοντο γὰρ τὸν ὄνερεον, καὶ ὡμ- λόγουν ἐντεῦθεν ὅτι δὴ οἱ πέρσαι ποινὴν ἔχουσι καὶ τιμωρίαν τῆς ἐπὶ ταῖς μητράσιν ἀκολασίας, τὸ ἄταφοι μένειν ,καὶ ὑπὸ τῶω κυνῶν ἐνδίκως διασπαράττεσθαι.