Ancient Greek
Πρὸς τοὺς διὰ τῆς τῶν εἰδώλων ἐμπτώσεως τὸ ὁρᾶν λέγοντας γίνεσθαι.
Alexander of Aphrodisias, De anima libri mantissa 1-11
Not analysed yet
Πρὸς δὲ τοὺς διὰ τῶν εἰδώλων τὸ ὁρᾶν λέγοντας γίνεσθαι πρῶτον μὲν προσαπορήσειεν ἄν τις, πῶς οὐκ ἀναλίσκεται τοσούτων ἀπορρεόντων ἕκαστον τῶν ὁρωμένων ταχέως, εἰ δὲ λέγοιεν ἀντιπροσκρίνεσθαι αὐτοῖς ἄλλα, ἀλλ᾿ οὖν τῶν ἀπορρεόντων καὶ τῶν προσκρινομένων οὐκ ὄντων ἀλλήλοις ὁμοιοσχημόνων (τὰ μὲν γὰρ ἀπορρέοντα εἴδωλα καὶ ὁμοιόμορφα, τὰ δὲ προσκρινόμενα οὐχ οὕτως προσκρίνεται) οὐκ ἔδει τὰ ὑποκείμενα καὶ ὁρώμενα ὁμοιοσχήμονα μένειν, ἀλλὰ ἄλλοτε ἀλλοῖον ἴσχειν σχῆμα.