Ancient Greek · ~7 min
2 to 18
Alexander of Aphrodisias, De anima libri mantissa 2-2-18
Not analysed yet
ἔτι πῶς συνεχοῦς τῆς ἀπορροίας γινομένης καὶ πανταχοῦ καὶ πανταχόθεν οἷόν τε τὴν πρόσκρισιν γίνεσθαι; ἀλλήλοις γὰρ ἂν τὰ ἀποκρινόμενα τοῖς προσκρινομένοις ἐμποδίζοι ἀδιαλείπτου ἀμφοτέροις τῆς φορᾶς οὔσης. ἔτι πῶς οἷόν τε τοῦ διαστήματος ἀντίληψιν γίνεσθαι, εἰ τὰ εἴδωλά ἐστι τὰ ὁρώμενα; ἀνεπαίσθητος γάρ, ὃν λέγουσιν προεμπίπτειν, ὁ ἀήρ, οὗ τῇ ποσότητι τὸ διάστημα ἀναμετρεῖσθαι. καὶ τί τὸ μετροῦν τὸν ἀέρα τοῦτον; καὶ πῶς ἔτι εὐθὺ τῷ ἀναβλέψαι καὶ τὰ πόρρωθεν ὁρᾶται; πῶς δὲ οἷόν τε καὶ τῶν σχημάτων καὶ τῶν μεγεθῶν ἀντίληψιν γίνεσθαι διὰ τῶν εἰδώλων (ἃ βουλόμενοι σώζειν τὰ εἴδωλα ποιοῦσιν), εἴ γε κατὰ βραχὺ ἡ ἔμπτωσις εἰς τὸν ὀφθαλμὸν αὐτῶν γίνεται; οὐ γὰρ δὴ μεῖζόν ἐστι τὸ τῆς κόρης, ᾗ ὁρῶμεν, μέγεθος τοῦ εἰδώλου, ὃ δεχόμεθα κατ᾿ αὐτοὺς εἰς τὴν κόρην. εἰ γὰρ καὶ συγχωρήσειέ τις αὐτοῖς διὰ τὸ τάχος συνεχῶς ἄλλο καὶ ἄλλο δέχεσθαι, ἀλλὰ πόθεν γε ὅτι τὸ ἑξῆς λήψεται τοῦ εἰδώλου, καὶ οὐχὶ πολλάκις τὸ αὐτὸ ἢ ἄλλο τι μόριον πόρρω τούτου κείμενον καὶ διεσπασμένον εἶτα συντιθέμενον; πῶς οἷόν τε τὸ σῶμα σωθῆναι τοῦ ὁρωμένου; πῶς δὲ τὸ μέγεθος τὸ οἰκεῖον ἑκάστου; δύναται γὰρ καὶ τὰ τῶν ἄλλων τοῖς πρώτοις προστίθεσθαί τε καὶ μίγνυσθαι καὶ μὴ κατ᾿ οἰκείαν περιγραφὴν ἕκαστον αὐτῶν ὁρᾶσθαι, μηδὲ σημεῖον τοῦ ταῦτα μὲν τούτου τὰ εἴδωλα, ταῦτα δὲ μὴ τούτου εἶναι. ὅλως δὲ τί γίνεται τὰ προεισελθόντα; τὸ γὰρ φυλάσσεσθαι αὐτὰ λέγειν καταβυσσούμενα καὶ συντίθεσθαι ἐν τῷ ὀφθαλμῷ λίαν ἐστὶ μυθῶδες. ποῦ γὰρ καταβυσσοῦται ἢ μένει, τίς δὲ ὁ οἰκοδομῶν αὐτὰ ἐμβαδὸν καὶ συντιθείς; ἢ πῶς ἑκάστου αὐτῶν κατ᾿ ἰδίαν κειμένου ἡ συνέχεια καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα φαίνεται; πῶς δέ, εἰ οὕτως ἐστὶ τὰ εἴδωλα εὐπαθῆ, τῇ ἐμπτώσει τῇ εἰς τὸν ὀφθαλμὸν μένει αὐτῶν τὸ σχῆμα καὶ ἡ ἐξοχὴ καὶ εἰσοχὴ καὶ οὐ συγχεῖται;