Ancient Greek
1 to 24
Alexander of Aphrodisias, De anima libri mantissa 1-6-24
Not analysed yet
Εἰ ἡ ποιότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν οὐσία, ἡ ποιότης οὐσία. ἢ ἡ ποιότης ἑτέρα τῆς ὑποκειμένης αὐτῇ φύσεως, οὐ γὰρ ταὐτὸν ὕδωρ καὶ ἡ περὶ αὐτὸ ψυχρότης, ἐπεὶ ἦν ἂν πᾶν τὸ ψυχρὸν ὕδωρ καὶ πᾶν ὕδωρ ψυχρόν, καὶ ἔστιν ἡ ὑποκειμένη τῇ ποιότητι φύσις οὐσία. ἡ ποιότης οὐκ οὐσία, ἑτέρας γὰρ φύσεως. τοῦτο δὲ τῇ ἐπαγωγῇ πιστωτέον· πάσης γὰρ οὐσίας ἑτέρα ἡ περὶ αὐτὴν ποιότης. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. ἡ ποιότης οὖν ἕτερον οὐσίας, τὸ ἕτερον οὐσίας οὐκ οὐσία, ἡ ποιότης ἄρα οὐκ οὐσία. ἀλλὰ εἰ πᾶν σῶμα οὐσία, ἡ δὲ ποιότης οὐκ οὐσία, οὐκ ἄρα ἡ ποιότης σῶμα. ἔτι εἰ ἡ λευκότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν ἁπτόν, ἡ λευκότης ἄρα ἁπτή. ἀλλὰ μὴν οὐχ ἁπτή. οὐκ ἄρα σῶμα. εἰ γὰρ ἁπτὴ ἡ λευκότης. πάσχοι ἂν ἡ ἁφὴ ὑπ᾿ αὐτῆς. ἀλλὰ μὴν οὐ πάσχει. οὐκ ἄρα ἁπτή. ἔτι ἡ ἀφὴ ὑπὸ τῶν ἐναντίων ἐναντίως διατίθεται καὶ πάσχει, σκληροῦ, μαλακοῦ, θερμοῦ, ψυχροῦ. ὥστε καὶ ὑπὸ λευκότητος καὶ μελανίας, ὅ ἐστιν ἐναντίον τῷ λευκῷ, ὑπεναντίως πάσχοι ἂν καὶ γλυκύτητος καὶ πικρότητος. ἀλλὰ μὴν οὐ πάσχει ἐναντίως. οὐκ ἄρα ἡ λευκότης ἀπτή. ἔτι πᾶν σῶμα φυσικὸν κινοῦν ᾗ σῶμα τοπικῶς κινεῖ καὶ σωματικῶς, τουτέστιν ἁπτόμενον (ἢ γὰρ ὠθοῦν, ἢ ῥιπτοῦν, ἢ ἕλκον, ἤ θλῖβον, ἢ δινοῦν, ἢ ὀχοῦν καὶ φέρον, ἢ εἴ τις ἄλλος τρόπος σωματικῆς κινήσεως), ποιότης δὲ οὐδεμία τοπικῶς κινεῖ καθ᾿ ἑαυτήν. οὐκ ἄρα σῶμα ἡ ποιότης. ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ποιότητα ἔχει ἢ οἶόν τε δέξασθαι ποιότητα, καὶ ἡ ποιότης ἢ ποιότητα ἔχοι ἂν ἢ αἵα τε εἴη δέξασθαι ποιότητα, ὅπερ ἄτοπον. οὐκ ἄρα σῶμα ἡ ποιότης. εἰ γὰρ δέχοιτο, ἐπ᾿ ἄπειρον ἡ πρόοδος.