Ancient Greek · ~4 min
57 to 68
Alexander of Aphrodisias, De anima libri mantissa 57-68
Not analysed yet
ἐγίνετο δ᾿ ἂν σῶμα ἀπλῶς, εἴ ποτε ἐνεργείᾳ κεχωρισμένον τὸ εἶδος καὶ ἡ ὕλη συνῄεσαν, καὶ οὕτως ἐκ μὴ σωμάτων. πῶς οὖν τὰ μὲν μέρη τῆς οὐσίας οὐσίαν λέγομεν, καὶ διὰ τοῦτο τὸ εἶδος καὶ τὴν ὕλην οὐσίαν φαμέν, τὰ δὲ μέρη τοῦ σώματος οὐκέτι σώματα, εἴ γε καὶ ταῦτα μέρη σώματος, τὸ εἶδος καὶ ἡ ὕλη; ἢ οὐκ ἔστι τὸ εἶδος καὶ ἡ ὕλη ὡς σώματος μέρη. σώματος μὲν γὰρ μέρη τὰ συμπληρωτικὰ τοῦ σώματος, ταῦτα δὲ οὐ συμπληροῖ τὸ σῶμα. ὡς δὲ οὐσίας ἐστὶ μέρη· διὰ ταῦτα, οὗ μέν ἐστι μέρη, τῆς αὐτῆς φύσεως ἐστὶν ἐκείνῳ, οὗ δὲ μή ἐστι μέρη, οὐκ ἔστι ταὐτὰ τούτῳ. ὅτι δὲ ὡς οὐσίας ἐστὶ μέρη, δῆλον ἐκ τοῦ τὴν οὐσίαν τὴν συναμφότερον καὶ καθὸ ὑπόκειται οὐσίαν λέγεσθαι καὶ καθὸ τόδε τί ἐστι τὸ εἶδος. ἡ γὰρ οὐσία ὑποκείμενον· οὐδὲν δὲ οἷόν τε ὑποκεῖσθαι μὴ τόδε τι ὃν. εἴη ἂν πρὸς τὸ ὑποκείμενον· εἶναι ἡ οὐσία βοηθουμένη ὑπὸ τοῦ εἴδους. ὥστε παρ᾿ ὧν ἔχει τὸ ὑποκεῖσθαι ἡ οὐσία καθό ἐστιν οὐσία, οὐσία ταῦτα.