Ancient Greek · ~8 min
45 to 61
Alexander of Aphrodisias, De anima libri mantissa 45-61
Not analysed yet
ἔτι εἰ εἰς τὴν κόρην ἀντιμεθίσταται, ρὐ πάσῃ αὐτῇ ἐκπέμψομεν, οὐδὲ ὀψψόμεθα, ἀλλ᾿ ἔσται τις εὐρυχωρία, |καθ᾿ ἣν τὸ ἀντιμεθιστάμενον χώραν ἕξει. κατά τι οὖν αὐτῆς ὀψόμεθα καὶ κατά τι μή. ἔτι διὰ τί τῶν ζῴων τὰ μὴ ἐπιμύοντα ἐν τῷ κοιμᾶσθαι οὐκ ὄψεται, εἴ γε πλήρεις ἔχει τοὺς τοῦ σώματος πόρους; εἰ δὲ μὴ συνεχὲς ἔξεισιν τὸ σῶμα τοῦτο τὸ τῆς κόρης, ἀλλὰ διῃρημένον, ἤτοι διεκπῖπτον συμφύεται καὶ συνεχὲς γίνεται ἢ μένει διῃρημένον. εἰ μὲν οὖν συμφύεται, πῶς πάλιν εἰς κῶνον συμφυόμενον ἐξαπλοῦται καὶ τηλικοῦτον, ὡς ἀποτέμνεσθαί τινος κώνου βάσει τὸ πλεῖστον μέρος τοῦ οὐρανοῦ; ἐχρῆν γὰρ αὐτό, ἀρξάμενον ἅπαξ ξυνιέναι καὶ συμφύεσθαι, ὑπὸ τοῦ περιέχοντος ἀέρος μᾶλλον συστέλλεσθαι καὶ εἰς στενὸν συνάγεσθαι. ἔτι εἰ ὑπ᾿ ἀκτίνων ὁ κῶνος περιέχεται διῃρημένων καὶ κεχωρισμένων, εἰ μὲν εἴη μεῖζον τὸ μεταξὺ τῶν ἀκτίνων, πλέον ἔσται τὸ μὴ ὁρώμενον τοῦ ὁρωμένου, καὶ τὸ μὲν πέριξ ὀφθήσεται, καθὸ αἱ εὐθεῖαι προσβάλλουσιν, τὸ δὲ μέσον οὔ. εἰ δὲ ἴσον, ἴσον οὐκ ὀφθήσεται. ἔλαττον δὲ πῶς ἂν εἴη τὸ τῶν εὐθειῶν μεταξύ, τῶν εὐθειῶν τηλικαύτην βάσιν ποιουσῶν; ἔτι τε πῶς οἷόν τε οὕτως τὰς ἀκτῖνας εἶναι παχέα σώματα ἐκ τῆς κόρης προπεμπόμενα ἀπὸ ὀλίγου σώματος; ἔτι δὲ αἱ ἀκτῖνες αἱ ἐκπεμπόμεναι τί δή ποτε οὔτε ὑπὸ τῶν ἀνέμων οὔτε ὑπὸ τῶν ὑδάτων τῶν κινουμένων περιφέρονται, ἀλλ᾿ ἐπ᾿ εὐθείας ἀεὶ καὶ τούτων ὄντων ὁρῶμεν, εἰ ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐν ταὐτῷ μένοι; ἔτι πῶς διὰ τῶν στερεῶν διαφανῶν αἱ ἀκτῖνες διέρχονται; εἰ γὰρ λέγοιεν πόρους ἔχειν ταῦτα, ἤτοι κενοὺς ἕξει καὶ ἔσται τι κενὸν ἀφωρισμένον ἢ πλήρεις ἀέρος ἤ τινος ἄλλου σώματος, καὶ ποῦ τοῦτο χωρήσει; πῶς δὲ καὶ πλείους διὰ τοῦ αὐτοῦ ὀφθήσονται; πλείω γὰρ σώματα διὰ τῶν αὐτῶν πόρων διελεύσεται. ἔπειτα διὰ τί συνεχῆ τὰ διαφανῆ ὁρᾶται; μόνους γὰρ ἔδει τοὺς πόρους αὐτῶν ὁρᾶσθαι ἢ διαλείπουσάν γε τὴν ἐπιφάνειαν αὐτῶν, καθάπερ τῶν κοσκίνων.