Ancient Greek · ~7 min
38 to 48
Alexander of Aphrodisias, De anima libri mantissa 38-48
Not analysed yet
ὄντος τοίνυν τοῦ καθ’ εἱμαρμένην ἐν οἷς προειρήκαμεν, καὶ τούτου γνωρίμου γεγονότος, ἀκόλουθον ἂν εἴη μετὰ τοῦτο ζητῆσαι, πότερον τοιοῦτόν ἐστιν ὡς ἀναγκαῖόν τε καὶ ἀπαράβατον εἶναι κατὰ τὸν ποιητὴν τὸν λέγοντα· μοῖραν δ’ οὕ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. ἢ τοιοῦτον οἷον καὶ παραβαίνεσθαι, καὶ μὴ πάντῃ τὸ ἀναγκαῖον ἔχειν ἐν αὐτῇ. ἐκ μὲν οὖν τῆς κοινῆς τῶν ἀνθρώπων περὶ τοῦδε κρίσεως οὐδέτερον ἔχομεν βεβαίως τούτων τιθέμενον. ποτὲ μὲν γὰρ τὸ τῆς εἱμαρμένης ὑμνοῦσιν ὡς ἀναγκαῖον, ποτὲ δὲ οὐ πάντῃ τὴν συνέχειαν αὐτῆς πιστεύουσι σώζειν. καὶ γὰρ οἱ διὰ τῶν λόγων ὑπὲρ αὐτῆς ὡς οὔσης ἀναγκαίας διατεινόμενοι σφόδρα καὶ πάντα ἀνατιθέντες αὐτῇ ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν οὐκ ἐοίκασιν αὐτῇ πεπιστευκέναι· τύχην γοῦν πολλάκις ἐπιβοῶνται, ἄλλην ὁμολογοῦντες εἶναι ταύτην αἰτίαν τῆς εἱμαρμένης· ἀλλὰ καὶ τοῖς θεοῖς οὐ διαλείπουσιν εὐχόμενοι, ὡς δυναμένου τινὸς ὑπ’ αὐτῶν διὰ τὰς εὐχὰς γενέσθαι καὶ παρὰ τὴν εἱμαρμένην· ἀλλὰ καὶ βουλεύονται περὶ τῶν πρακτέων αὐτοῖς, καίτοι καὶ ταῦτα καθ’ εἱμαρμένην εἶναι λέγοντες, καὶ συμβούλους παρακαλοῦσιν καὶ μαντείαις οὐκ ὀκνοῦσι χρῆσθαι, ὡς ἐνὸν αὐτοῖς, εἰ προμάθοιεν, φυλάξασθαί τι τῶν εἱμαρμένων. ἐπεὶ δὲ οὗτοι μὲν αὑτοῖς περιπίπτουσιν περὶ τὰ μέγιστα φανερῶς οὕτως διαφωνίαν ἔχοντες (ἀπιθανώταται γοῦν εἰσιν αὐτῶν αἱ πρὸς τὴν τούτων συμφωνίαν εὑρησιλογίαι), δοκεῖ δὲ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ καὶ τὸ ἐνδεχόμεν εἶναι, ὃ τοῦ μηδὲν ἀναγκαίως ἐν τούτοις ἐν οἷς ἂν γίγνεσθαι αἴτιόν ἐστιν, ἄξιόν ἐστιν ἐπιστῆσαι περὶ τοῦδε, εἴτε ἔστιν εἴτε μή. αὕτη γὰρ ἡ φύσις ὁρισθεῖσα πρὸς τὸ τὴν τῆς εἱμαρμένης οὐσίαν εὑρεῖν ἡμῖν τὸ μέγιστον συμβάλλεται. ἱκανὴ μὲν οὖν καὶ ἡ χρῆσις ἡ κοινὴ συστῆσαι τὴν ἐνδεχομένην φύσιν·