Ancient Greek · ~2 min
Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ ἐφ’ ἡμῖν.
Alexander of Aphrodisias, De anima libri mantissa 32-2
Not analysed yet
ἐπεὶ δέ ἐστι πλείω τὰ τέλη, πρὸς ἃ βλέπων τὴν κρίσιν καὶ τὴν αἵρεσιν τῶν πρακτέων ποιεῖται (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον καὶ τὸ καλὸν ἔχει πρὸ ὀφθαλμῶν), ταῦτα δὲ ἀλλήλων διαφέρει, οὐ πάντα δὲ τὰ περιεστῶτα ὁμοίαν τὴν σχέσιν ἔχει πρὸς τούτων ἕκαστον, τὴν κρίσιν αὐτῶν καὶ τὴν ἐξ αὐτῶν αἵρεσιν ποιούμενος ποτὲ μὲν πρὸς τὸ ἡδύ, ποτὲ δὲ πρὸς τὸ καλόν, ἄλλοτε δὲ πρὸς τὸ συμφέρον καὶ οὐκ ἀεὶ ταὐτὰ πράξει οὐδὲ ἀεὶ ταὐτὰ αἱρήσεται τῶν αὐτῶν περιεστώτων ἁπάντων, ἀλλ’ ἑκάστοτε ταῦτα τὰ πρὸς τὸν κριθέντα σκοπὸν μάλιστα συντείνειν δοκοῦντα.