Ancient Greek
33 to 43
Alexander of Aphrodisias, De anima libri mantissa 33-3-43
Not analysed yet
λύοιτο δ’ ἂν διὰ τούτου καὶ ὁ τῇ φαντασίᾳ τὴν αἰτίαν ἀνατιθεὶς τῶν πραττομένων λόγος, διότι παρὰ τὸ φαινόμενον ἄμεινον αὐτῷ οὐδεὶς ἄν τι πράξαι ποτέ. πλείους γὰρ οἱ σκοποί, πρὸς οὓς ἡ τῆς φαντασίας κρίσις. ὅτι δὲ οὐδ’ εἰ τὰ αὐτὰ αἱροῖτό τις τῶν αὐτῶν περιεστώτων, ἤδη τούτῳ καὶ τὸ κατηναγκασμένως αἱρεῖσθαι ταῦτα ἕπεται καὶ τὸ εἶναι τῆς κρίσεως τὰ ἐκτὸς αἴτια· ἐφ’ ἑκάστης γὰρ αἱρέσεως ἔνεστιν αὐτὸν δεικνύναι πρὸ τοῦ πρᾶξαι καὶ προκρῖναί γέ τι καὶ τὸ ἀντικείμενον ἑλέσθαι δυνάμενον· οὐ γὰρ ὡς οὐ δυνάμενος καὶ τὰ ἀντικείμενα τούτοις ἑλέσθαι αἱρεῖται ταῦτα, ἀλλ’ ὡς εὔλογα μᾶλλον αὐτῷ δοκοῦντα. ἔξεστιν γοῦν αὐτῷ αὐτὸ τὸ μὴ κατηναγκασμένην τὴν αἵρεσιν εἶναι βουληθέντι δεῖξαί ποτε καὶ πρὸς τοῦτο φιλονεικήσαντι καὶ τὸ μὴ δοκοῦν εὔλογον ἑλέσθαι. ἔτι, εἰ μὴ ἀεὶ τὴν ἕξιν ἐσμὲν ὅμοιοι, καθ’ ἣν βουλευόμεθα, οὐκ ἀςὶ τὰ αὐτὰ αἱρησόμεθα ἐκ τῶν περιεστώτων ὄντων ὁμοίων. εἰ δὲ τῶν αὐτῶν περιεστώτων τοῖς ἀνομοίοις οὐ τῶν αὐτῶν ἡ αἵρεσις, δῆλον ὡς καὶ τῆς τῶν ὁμοίων αἱρέσεως αἴτια οὐ τὰ περιεστῶτα ὅμοια ὄντα, ἀλλ᾿ ᾠ περιέστηκεν ὢν ὅμοιος αὑτῷ. ὅλως δέ. ὅτι ἐστίν τι ἐφ’ ἡμῖν, πειρᾶσθαι δεικνύναι διὰ λόγων οὕτως ἐναργὲς ὄν, οὐκ εἰδότων κρίνειν ἐστὶ τό τε γνώριμον καὶ τὸ μή· δῆλον γὰρ τοῦτο, ὡς ἔφαμεν, ἐκ πολλῶν, ἐκ τοῦ βουλεύεσθαι, ἐκ τοῦ μετανοεῖν, ἐκ τοῦ συμβουλεύεσθαι, ἐκ τοῦ καταγιγνώσκειν τινῶν, ἐκ τοῦ προτρέπειν, ἐκ τοῦ ἐπαινεῖν, ἐκ τοῦ ψέγειν, ἐκ τοῦ τιμᾶν, ἐκ τοῦ κολάζειν, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ κελεύειν, ἐκ τοῦ μαντεύεσθαι, ἐκ τοῦ εὔχεσθαι, ἐκ τοῦ ἐθίζειν, ἐκ τοῦ νομοθετεῖν. ὅλως γὰρ τούτοις καὶ τοῖς τοιούτοις ὁ πᾶς τῶν ἀνθρώπων βίος χρώμενος μαρτυρεῖ μηδὲν οὕτως ἴδιον εἶναι τοῦ ἀνθρώπου παρὰ τὰ ἄλλα ζῷα ὡς τὸ ἐφ’ ἡμῖν.