Ancient Greek · ~2 min
Ὅτι οὐκ ἐν ὑποκειμένῳ ἡ ψυχή.
Alexander of Aphrodisias, De anima libri mantissa 56
Not analysed yet
ἐπεὶ δὲ οὐδὲν τούτων ἁπλῶς γίνεται, οὐδὲ ἡ ὕλη ποτὲ αὐτὴ καθ᾿ αὑτὴν οὐδὲ τὸ εἶδος ὄντα ἰδίᾳ συνελθόντα σῶμα ποιεῖ, ἀλλὰ ἐπινοίᾳ μὲν ταῦτα χωρίζεται, ἀεὶ δέ ἐστιν ἡ ὕλη ἐν εἴδει τινί, καὶ οὐδέποτέ ἐστιν, ὅτε χωρὶς εἴδους ἐστίν, ἡ δὲ γένεσις τοῖς γινομένοις οὐκ ἐξ ὕλης ἁπλῶς καὶ εἴδους, ἀλλὰ ἐκ τοῦδε τοῦ σώματος εἰς τόδε κατὰ τὴν τοῦ εἴδους ὑπαλλαγὴν γίνεται, ὥστε ἐκ τοῦ τινος σώματός τι σῶμα γίνεται, οὐχ ἁπλῶς σῶμα ἐκ σώματος.