Ancient Greek
Page 42a4
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 4-4
Not analysed yet
Ἀλλὰ καὶ οὕτως πλείους οἱ συλλογισμοί· πλείω γὰρ τὰ συμπεράσματα, οἷον τό τε Α καὶ τὸ Β καὶ τὸ Γ. Τὸ μὲν Γ ἀντὶ τοῦ Ε ἔλαβεν, δ ἧν ἐπὶ τοῖς Α, Β [καὶ τὸ Γ] εἰλημμένον αὐτῶν συμπέρασμα. λέγει δὲ μὴ ἕνα γίνεσθαι συλλογισμόν, ἐν ᾧ συλλογισμῷ αἱ προτάσεις αἱ δεικτικαὶ τοῦ συμπεράσματος συμπεράσματα ἄλλων τενῶν εἰσιν· ὅσα γὰρ τὰ συμπεράσματα, τοσοῦτοι καὶοἱ συλλογισμοί. ἔστι δὲ συμπέρασμα τό τε Α καὶ τὸ Β· αὖται γὰρ ἦσαν μὲν δεικτικαὶ τοῦ Γ προτάσεις, αὐταὶ δὲ ἄλλων συμπεράσματα· ἀλλὰ καὰ τὸ Γ τὸ προσεχῶς ἐκ τῶν Α, Β δεικνύμενον. δῆλον δέ, ὅτι, ἐφ᾿ ὦν δια συλλογισμῶν αἱ δύο προτάσεις δεύχνονται εἶναι, τὰ δύο συμπεράσματα τρία γίνεται συμπεράσματα. τὸ γὰρ δι᾿ ἐπαγωγῆς δειχθὲν οὐ συλλογισμόσ. ἀλλ᾿ οὖν κἀκεῖ πλείους οἱ συλλογισμοί, ὅτι ἡ ἑτέρα τῶν προτάσεων ἡ Β ἦν διὰ συλλογισμοῦ δεδειγμένη. ὥστε καὶ οὕτως δύο συλλογισμοί. εἰπὼν δὲ οὐχ ἕνα γίνεσθαι συλλογισμὸν ἀλλὰ τοσούτουσ, ὅσα τὰ συμπεράσματα, ἐπιφέρει