Ancient Greek
Page 42a6
Alexander of Aphrodisias, In Aristotelis analyticorum priorum librum I commentarium 6-4
Not analysed yet
Εἰ δ᾿ οὖν μὴ πλείους ἀλλ᾿ εἶσ, οὕτω μὲν ἐνδέχεται γίνεσθαι διὰ πλειόνων τὸ αὐτὸ συμπέρασμα. |Εἴ τισ, φησίν, ἀξιώσαι καὶ τὸν τοιοῦτον ἕνα συλλογισμὸν εἶναι τῷ πρὸς τὴν τοῦ τελευταίου συμπεράσματος δεῖξιν καὶ τὰς τῶν προτάσεων δείξεις συντελεῖν, οὐ πρὸς τοῦτο, φησί, φιλονεικητέον, ἀλλὰ γνωστέον, ὅτι οὅτως μὲν καὶ τοῦτον τὸν τρόπον ἐγχωρεῖ διὰ πλειόνων συμπεραμάτων τῷ παντὶ λόγῳ. ὡς δὲ τὸ Γ διὰ τῶν Α, Β, ἀδύνατον, τοῦτ᾿ ἔστιν ῾οὕτως δέ, ὡς διὰ δύο προτάσεων δείκνυταί τι, συμπλέκειν καὶ διὰ πλειόνων προσεχῶν λαμβανομένων καὶ μηδὲν ἄλλο ἀλλ᾿ ἢ τὸ προκείμενον συμπέρασμα σονκγουσῶν ἀδόνατον᾿.