Ancient Greek
Ε
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 170
Not analysed yet
ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. ἢ ὡς τὸ ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ ἐνταυθοῖ (σ 105) ‘ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων’, ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.) ‘ἐνταῦθα πέμψειν, ἔνθα μήπσθ᾿ ἡλίου φέγγος κα⌞τόψει⌟’ ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυφώ (ε 208) ‘ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις’. Ἕκτωρ φησί (Π 836) ‘σὲ δέ ⌞τʼ⌟ ἐνθάδε γῦπες ἔδονται’. ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δʼ εἰς τόπον οὕτως {τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· (Φ 114)} ‘τοῦ δʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθύδʼ Ὀδυασεύς’ (ξ 161). ἀπὸ δὲ τοῦ ἔνθα ἐν τόπῳ (γ 109) ‘ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δʼ Ἀχιλλεύς’, εἰς τόπον (ι 142) ‘ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν’, ἀντὶ χρονικοῦ δʼ ἐπιρρήματος τοῦ τότε (Ε 1) ‘ἔνθ᾿ αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη’.