Ancient Greek
268 to 270
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 268-270
Not analysed yet
κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει. κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγουσιν ἐπὶ τοῦ ὑπὸ κήρυκα ἀποδίδοσθαί τι. Μένανδρος (fr. 658 Koerte2) ‘ἀπεκήρυξεν αὐτὴν ἀγαγών’, οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ |τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀνάγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων. κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ἡ ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ ἡ πλεκτή. κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή.