Ancient Greek
Μ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 324
Not analysed yet
μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γὰρ μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· ὁ μὲν γὰρ μιμνησκόμενος οὐ πάντως καὶ μέμνηται, ὁ δὲ μεμνημένος πάντως καὶ μιμνήσκεται. καὶ ἄλλως μνήμη ἐστὶν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότος τινὸς ὑπόμνησις, ὥστε ὁ τούτοις ἐναλλὰξ χρώμενος ἁμαρτήσεται.