Ancient Greek
325 to 328
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 325-328
Not analysed yet
μνημεῖα καὶ μνήματα διαφέρει. μνημεῖα μὲν γὰρ ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους. {μνήμη μὲν γίνεται νεκροῦ, μνεία δὲ ζῶντος. }μοχθηρός, μοχθῆ ρος καὶ πόνηρος διαφέρουσι. μοχθηρὸς μὲν γὰρ ὀξυτόνως ὁ τὰ ἤθη πονηρός· λέγουσι δὲ |ἁπλῶς τὰ φαῦλα καὶ μοχθηρὰ πονηρά, ὡς Θουκυδίδης (cf. 7, 48, 1; 8, 24, 5)· ‘πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων’, ἀντὶ τοῦ φαῦλα. μοχθῆρος δὲ ὁ ἐπίπονος, ὡς καὶ πόνηρος. μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί. μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγονότα πράγματα περιέχει, ὁ δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. ὁ γοῦν λέγων ‘εὖ πεποίηται ἡ περὶ τὸν Κύκλωπα ἱστορία’ ἢ ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ· μᾶλλον γὰρ ἁρμόζει λέγειν ‘εὖ πεποίηται ὁ περὶ τὸν Κύκλωπα μῦθος’.