Ancient Greek
329 to 332
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 329-332
Not analysed yet
ναὸς καὶ σηκὸς διαφέρει. ὁ μὲν γὰρ ναός ἐστι θεῶν, ὁ δὲ σηκὸς ἡρώων. ναύκληροι καὶ ναύκραροι διαφέρουσιν. ναύκληροι γάρ εἰ|σιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασμὲν σόμενοι τὰ δημόσια κτήματα. καὶ ναυκράρια οἱ τόποι ἐν οἷς ἀνέκειτο τὰ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ οἱ μισθωτοὶ τῶν συνοικιῶν. ναυαγία καὶ ναυάγιον διαφέρει. ναυαγία μέν ἐστιν αὐτὴ ἡ τῆς νεὼς διαφθορά, ναυάγιον δὲ τὸ ἐξ αὐτῆς ἐκβρασθέν. νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει. νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ κομισθὲν ὕδωρ· ἔγκειται γὰρ τῇ λέξει τὸ ἀρύειν. πρόσφατον δὲ τὸ κρέας· ἔγκειται γὰρ ἀπὸ τοῦ φάσαι, ὅ ἐστι φονεῦσαι· ὅθεν καὶ τὸ φάσγανον. νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον.