Ancient Greek
VI. Περὶ τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν.
Anonymous, Geographiae expositio compendiaria 20
Not analysed yet
20. Ὑπόκειται δὲ τῇ Σαρματίᾳ πρὸς μὲν τῷ Πόντῳ ἡ Κολχική, πρὸς δὲ τῇ Κασπίᾳ ἡ Ἀλβανίᾳ, ἧς μεταξὺ κεῖται ἡ Ἰβηρία. Εἶτα τῆς μετὰ τὴν Προποντίδα καὶ τοὺς πορθμοὺς ἠπείρου πρόκειται Ποντοβιθυνία, καὶ ὁ ἐνδοτέρῳ Πόντος, μεθʼ ἧς ἐστιν ἡ Παφλαγονία. Ὑπόκειται δὲ τῇ Ποντοβιθυνίᾳ προϊοῦσα μέχρι τοῦ Δινδύμου ὄρους ἡ Ἀσία· μεθʼ ἥν ἐστιν ἡ Λυκία καὶ · Παμφυλίας δὲ καὶ Πόντου μεταξὺ κεῖται Γαλατία. Τούτῳ δὲ τῷ τμήματι, ἀνιοῦσα παρὰ τὴν Κολχίδα πρὸς ἄρκτους, παρήπλωται ἡ Καππασοκία, ᾗ ὑπόκειται παρὰ τῷ Ταύρῳ κειμένη ἡ Κιλικία. Ἡ δὲ τὰ εἰρημένα ἔθνη περιέχουσα ἤπειρος ἔοικε καὶ αὐτὴ χερρονήσῳ πλατὺν ἐχούσῃ τὸν αὐχένα. Εἴη δʼ ἂν οὗτος ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου ἐπὶ Τραπεζοῦντα πόλιν ἐν τῷ Πόντῳ κειμένην διήκων.