Ancient Greek
ΑΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΙΚΡΑ.
Anonymous, Stadiasmus Magni Maris 112
Not analysed yet
112. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ δὲ τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδιφθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκ΄. Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψν΄. Ἀπὸ Θένης εἰς Κέρκιναν · κατὰ τὴν πόλιν βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψ΄· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους π΄· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουαι τὸ Ἰκάριον πέλαγος.