Ancient Greek
113 to 116
Anonymous, Stadiasmus Magni Maris 113-116
Not analysed yet
113. Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ρο΄· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πένυ. 114. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξ΄· κώμη ἐστί· τὸν δʼ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα. 115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μ΄ ὄψει ἀκρωτήριον ἐπʼ αὐτῶ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός ἐστιν. 116. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μ΄· ἀλίμενος.