Ancient Greek · ~2 min
Section 35
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 35
Not analysed yet
δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.