Ancient Greek · ~1 min
Section 36
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 36
Not analysed yet
Μάρτυρες ἐχρῆν μὲν γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτʼ οὐκ ἔφη;