Ancient Greek · ~2 min
Section 37
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 37
Not analysed yet
εἰ μὲν γὰρ ἐκ τοῦ εἰκότος ἐξετασθῆναι δεῖ τὸ πρᾶγμα, οἱ ὕστεροι λόγοι ἀληθέστεροι φαίνονται. ἐψεύδετο μὲν γὰρ ἐπʼ ὠφελείᾳ τῇ ἑαυτοῦ, ἐπειδὴ δὲ τῷ ψεύδεσθαι ἀπώλλυτο, ἡγήσατο τἀληθῆ κατειπὼν διὰ τοῦτο σωθῆναι ἄν. τῆς μὲν οὖν ἀληθείας οὐκ ἦν αὐτῷ τιμωρὸς οὐδείς· οὐ γὰρ παρὼν ἐγὼ ἐτύγχανον, ᾧπερ σύμμαχος ἦν ἡ ἀλήθεια τῶν ὑστέρων λόγων· τοὺς δὲ προτέρους λόγους τοὺς κατεψευσμένους ἦσαν οἱ ἀφανιοῦντες, ὥστε μηδέποτε εἰς τὸ ἀληθὲς καταστῆναι.