Ancient Greek · ~2 min
Section 38
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 38
Not analysed yet
καὶ οἱ μὲν ἄλλοι καθʼ ὧν ἂν μηνύῃ τις, οὗτοι κλέπτουσι τοὺς μηνύοντας, κᾆτʼ ἀφανίζουσιν· αὐτοὶ δὲ οὗτοι οἱ ἀπάγοντες καὶ ζητοῦντες τὸ πρᾶγμα τὸν κατʼ ἐμοῦ μηνυτὴν ἠφάνισαν. καὶ εἰ μὲν ἐγὼ τὸν ἄνδρα ἠφάνισα ἢ μὴ ἤθελον ἐκδοῦναι τούτοις ἢ ἄλλον τινὰ ἔφευγον ἔλεγχον, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις εἰς τὰ πράγματα ἐχρῶντο, καὶ ἦν ταῦτα αὐτοῖς μέγιστα τεκμήρια κατʼ ἐμοῦ· νῦν δέ, ὁπότε αὐτοὶ οὗτοι προκαλουμένων τῶν φίλων τῶν ἐμῶν ταῦτʼ ἔφυγον, ἐμοὶ δήπου κατὰ τούτων εἶναι χρὴ ταὐτὰ ταῦτα τεκμήρια, ὡς οὐκ ἀληθῆ τὴν αἰτίαν ἐπέφερον ἣν ᾐτιῶντο.