Ancient Greek · ~1 min
Section 39
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 39
Not analysed yet
ἔτι δὲ καὶ τάδε λέγουσιν, ὡς ὡμολόγει ὁ ἄνθρωπος βασανιζόμενος συναποκτεῖναι τὸν ἄνδρα. ἐγὼ δέ φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν, ὅτι δὲ ἐξαγάγοι ἐμὲ καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν ὑπʼ ἐμοῦ συνανελὼν καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταποντώσειε.