Ancient Greek · ~1 min
Section 40
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 40
Not analysed yet
καίτοι σκέψασθε ὅτι πρῶτον μέν, πρὶν ἐπὶ τὸν τροχὸν ἀναβῆναι, ὁ ἀνὴρ μέχρι τῆς ἐσχάτης ἀνάγκης τῇ ἀληθείᾳ ἐχρῆτο καὶ ἀπέλυέ με τῆς αἰτίας· ἐπειδὴ δὲ ἐπὶ τὸν τροχὸν ἀνέβη, τῇ ἀνάγκῃ χρώμενος ἤδη κατεψεύδετό μου, βουλόμενος ἀπηλλάχθαι τῆς βασάνου.