Ancient Greek · ~7 min
21 to 27
APOLLODORUS, Fragmenta 21-27
Not analysed yet
Μυρσίνῳ στεφάνῳ ἐστεφανοῦντο οἱ μεμυημένοι, οὐχ, ὥς τινες νομίζουσι, κισσίνῳ. Ὁ δὲ Ἀπολλόδωρος καὶ τοὺς Θεσμοθέτας φησὶ διὰ τοῦτο μυρσίνῃ στέφεσθαι, ὅτι οἰκείως ἔχει πρὸς τὸ φυτὸν ἡ θεὸς, καὶ ὅτι τοῖς χθονίοις ἀφιέρωτο. Καλλιγένειαν. Ἀπολλόδωρος μὲν τὴν γῆν· οἱ δὲ Διὸς καὶ Δήμητρος θυγατέρα· Ἀριστοφάνης (Thesm. 306) δὲ ὁ κωμικὸς τροφόν. Αὐτόχθονες. Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν κληθῆναι φησὶν αὐτοὺς αὐτόχθονας, ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο. Κύρβεις. Κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους. Εἶναι δὲ αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας· οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις ἐκάλουν. Ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην (τεθειμένην Phot. Lex. ,ubi eadem fere leguntur). Ὁ κάτωθεν νόμος, . . . ὅτι γὰρ βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. Ἀπολλόδωρος δέ φησι πᾶσαν δημοσίαν γραφὴν καὶ νόμους κύρβιν καλεῖσθαι· ὅτι οἱ ἀρχαῖοι λίθους ἱστάντες, τὸ δόξαν ἀνέγραφον οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας ἐκάλουν, κύρβεις δὲ ἀπὸ τῆς εἰς ὕψος ἀνατάσεως· ὕστερον δὲ, τὰ ξύλα λελευκωμένα γράφοντες ὁμοίως ἐκάλεσαν. Κύρβις οὖν ἡ περιέχουσα τὰς ἱερὰς γραφὰς στήλη. Κύρβεις. Τοὺς Κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγεγραμμένους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας, ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι, ἀπὸ δὲ τῆς εἰς ὕψος παρατάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην. Κύρβεις οὖν παρὰ τὸ κεκορυφῶσθαι εἰς ὕψος ἀνατεταμένας. Ἢ ἀπὸ τῶν Κορυβάντων· ἐκείνων γὰρ εὕρημα φησὶ καὶ Ἀπολλόδωρος. Κύρβεις . . . εἴρηται δὲ ἀπὸ τοῦ κεκορυφῶσθαι εἰς ὕψος, ἢ κατεσκειρῶσθαι, ὡς Ἀπολλόδωρος. Θεόφραστος δὲ ἀπὸ τῶν Κρητικῶν Κορυβάντων· τῶν γὰρ Κορυβαντικῶν ἱερῶν οἷον ἀντίγραφα αὐτοὺς εἶναι. Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν, Οἱ φράτορες, φησὶν, ἵνα μείζονας νέμωνται μερίδας, ἐπεφώνουν ἐστῶτες (Heyn. Conj. Περιεστῶτες), Ἱστάνειν δεῖ, μεῖον γάρ ἐστι.