Ancient Greek · ~2 min
167 to 169
APOLLODORUS, Fragmenta 167-2-169
Not analysed yet
Ὁ δὲ Ἀπολλόδωρος μένειν καὶ νῦν, καὶ πολίχνιον λέγει ἐν αὐτῇ Ἀλαλκομενὰς τὸ ἐπ ̓ αὐτῷ τῷ ἰσθμῷ κείμενον. Ἀπολλόδωρος δὲ, ὡς πρότερον εἶπον (p. 692, A, B [451], sed Apollodoro non laudato), ὑπὲρ τῆς Μολυκρίας καὶ τὴν χαλκίδα καὶ τὴν Ταφιασσὸν καὶ τὴν Καλυδῶνα μεταξὺ ἱδρῦσθαι φησὶ τῆς Χαλκίδος. Τῆς δὲ μεσογαίας κατὰ μὲν τὴν Ἀκαρνανίαν Ἐρυσιχαίους τινάς φησιν Ἀπολλόδωρος λέγεσθαι, ὧν Ἀλκμὰν μέμνηται. Μέγεθος δὲ (Cretae) Σωσικράτης μὲν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται, κ. τ. λ.