Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 170
Not analysed yet
Ἀπολλόδωρος δὲ διδάσκων, ὃν τρόπον ὁ ποιητὴς εἴωθε διαστέλλεσθαι τὰς ὁμωνυμίας, οἷον ἐπὶ τοῦ Ὀρχομενοῦ, τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν, τὸν δὲ Βοιωτικὸν Μινύειον, καὶ Σάμον Θρηῖκίην, συντιθεὶς, Μεσσηγὺς δὲ Σάμου καὶ Ἴμβρου, ἵνα χρίσῃ ἀπὸ τῆς Ἰωνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἔφυραν διαστέλλεσθαι τῷ τε «τηλόθεν» καὶ τῷ «ποταμοῦ ἀπὸ Σελλήεντος.» Ταῦτα δ ̓ οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομένοις, παρ ̓ οὗ μεταφέρει τὰ πλεῖστα. Ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμὸν, ἀλλ ̓ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἔφυραν, ὡς προείπομεν, κ. τ. λ.