Ancient Greek · ~4 min
170 to 172
APOLLODORUS, Fragmenta 170-2-172
Not analysed yet
Νῦν οὖν λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος ἱστορεῖ. Ἐξ Ἐφύρης ἀνιόντα παρ ̓ Ἴλλου Μερμερίδαο.] Ἰάσων ἅμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρωτίας παραγενόμενος ἴσχει Φέρητα· οὗ Μέρμερος· οὗ Ἴλλος· οἵτινες ἐβασίλευσαν Θεσπρωτίας· ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος. Ἢ καὶ ἀπὸ Ἐφύρης τῆς προϊστορηθείσης, τῆς διὰ Μήδειαν πολυφαρμάκου, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος. Κάλυμνος, ὁ ἐν Αἰγύπτῳ σῖτος· ἀντὶ τοῦ Καλύμνιος· Ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν (editt. Καλυδῶνος) μετήγαγε τὸ σπέρμα. Ὁ (δὲ) Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας ὡς Καλύβας. Κάλυμνος ὁ ἐν Αἰγύπτῳ σῖτος. Ἀντὶ τοῦ Καλύμνιος. Ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετήνεγκε τὸ σπέρμα. «Νήσους τε Καλυδνὰς», ἃς ὁ Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδνας ὡς Καλύβας. Περὶ δὲ τῆς Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγεται. . . . Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν τῇ Θετταλίᾳ καλεῖσθαι φησὶν Ἕλληνας (Il. B, 684)· Μυρμιδόνες δ ̓ ἐκαλοῦντο καὶ Ἕλληνες. Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλληνας λέγεσθαι τοὺς σύμπαντας καὶ Πανέλληνας· τὸν μὲν περὶ Προιτίδων λέγοντα, ὡς «Πανέλληνες ἐμνήστευον αὐτὰς,» τὸν δὲ, ὡς «Πανελλήνων ὀϊζὺς ἐς Θάσον συνέδραμεν.»