Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 173
Not analysed yet
Φιλοκτήτου δ ̓ ἐστὶ καὶ ἡ παλαιὰ Κρίμισα περὶ τοὺς αὐτοὺς τόπους. Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ νεῶν, τοῦ Φιλοκτήτου μνησθεὶς, λέγειν τινὰς φησὶν, ὡς εἰς τὴν Κροτωνιᾶτιν ἀφικόμενος Κρίμισαν ἄκραν οἰκίσαι, καὶ Χώνην πόλιν ὑπὲρ αὐτῆς, ἀφ ̓ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν· παρ ̓ αὐτοῦ δέ τινες σταλέντες εἰς Σικελίαν, περὶ Ἔρυκα μετὰ Αἰγέστου τοῦ Τρωὸς Αἴγεσταν τειχίσαι (sc. Λέγονται).