Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 174
Not analysed yet
Αἱμονία τοπρότερον ἡ Θεσσαλία ἐκαλεῖτο. Καὶ ἄλλας δὲ ἔσχεν ὀνομασίας. Ἐλέγετο δὲ καὶ Πυῤῥοδία (lego: Πυῤῥαία, ut apud Strabon. Lib. IX, fin. Heyn.) ἀπὸ Πύῤῥας τῆς Δευκαλίωνος, [Ἡ Θεσσαλία ἐκαλεῖτο τοπαλαιὸν Πύῤῥα] ὡς Ῥιανός· Πύῤῥαν δήποτε, τήν γε παλαιότεροι καλέεσκον Πύῤῥης Δευκαλίωνος ἀπ ̓ ἀρχαίης ἀλόχοιο· Αἱμονίην δ ̓ ἐξαῦτις ἀφ ̓ Αἵμονος, ὅν ῥα Πέλασγος γείνατο φέρτατον υἱόν· ὁ δ ̓ αὖ τέκε Θέσσαλον Αἵμων· τοῦ δ ̓ ἄπο Θεσσαλίην λασὸ μετεφημίξαντο. Οἱ δὲ ἀπὸ Θεσσαλοῦ τοῦ Φειδίππου πατρὸς, τοῦ Ἡρακλείδου, μετὰ τὰ Τρωϊκὰ κληθῆναι φασί. (V. Il. B, 678.) Διαιρεῖται δὲ εἰς μέρη τέσσαρα· Πελασγιῶτιν, Θεσσαλιῶτιν, Ἰωλκῖτιν, Φθιῶτιν. Ταῦτα παρατίθεται Ἀπολλόδωρος ἐν νεῶν καταλόγῳ.