Ancient Greek · ~4 min
179 to 183
APOLLODORUS, Fragmenta 179-183
Not analysed yet
Τένεδος . . . ἔστι καὶ πόλιν Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι. . . Ἀπολλόδωρος δὲ ἐν νεῶν καταλόγῳ φησὶν, ὅτι τοὺς μὲν τῆς Παμφυλίας Τενεδεῖς, τοὺς δὲ τῆς νήσου Τενεδίους. Σάμιοι οἱ ἐν Ἰωνίᾳ μετὰ διακοσιοστὸν καὶ ἔννατον ἔτος τῶν Τρωϊκῶν χρησμὸν ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρωάδι Θρᾴκην μετοικῆσαι· ἀφ ̓ ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. Ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Παρὰ δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον (sc. Τάλαντον) ἦν μνῶν κδ ̓, νῦν δὲ ιβʹ. Δύναται δὲ εἶναι τρία ἡμιωβόλια, ὡς ἐν τοῖς περὶ Σώφρονος Ἀπολλόδωρος, ἐκ τῶν Διογενιανοῦ τῆς ἐπιτομῆς Ἑλληνικῶν ὀνομάτων. Ἀπολλόδωρος δ ̓ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὸ «λιχνότερα τᾶν πορφυρᾶν», φησὶν ὅτι παροιμία ἐστὶ καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ γὰρ ἂν προσψαύσῃ, ἕλκει ἐφ ̓ ἑαυτὸ, καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δὲ ἀπὸ τοῦ ζῴου. Σικελιῶται δ ̓ εἰσὶν, οἱ τὸν κωβιὸν κώδωνα καλοῦντες, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν ταῖς Γλώτταις, καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος.