Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 28
Not analysed yet
Χόες. . . . ἑορτή τις παρ ̓ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ (al. ί.) Φησὶ δὲ Ἀπολλόδωρος, Ἀνθεστήρια καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοιγίαν, Χόας, Χύτραν. Καὶ αὖθις. Ὅτι Ὀρέστης μετὰ τὸν φόνον εἰς Ἀθήνας ἀφικόμενος (ἦν δὲ ἑορτὴ Διονύσον Ληναίου), ὡς μὴ γένοιτο σφίσιν ὁμόσπονδος ἀπεκτονὼς τὴν μητέρα, ἐμηχανήσατο τοιόνδε τι Πανδίων· χοᾶ οἴνου τῶν δαιτυμόνων ἑκάστῳ παραστήσας, ἐξ αὐτοῦ πίνειν ἐκέλευσε μηδὲν ὑπομιγνύντας ἀλλήλοις, ὡς μήτε ἀπὸ τοῦ αὐτοῦ κρατῆρος πίοι Ὀρέστης, μήτε ἐκεῖνος ἄχθοιτο καθ ̓ αὑτὸν πίνων μόνος· καὶ ἀπ ̓ ἐκείνου Ἀθηνίοις ἑορτὴ ἐνομίσθη οἱ Χόες. Lege Πιθοίγια. . . Χῦτρα.