Ancient Greek · ~2 min
88 to 91
APOLLODORUS, Fragmenta 88-91
Not analysed yet
Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ (Empedoclis) γενέσθαι μεθητὴν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ, καὶ τέχνην ἀπολελοιπότα. Ὅν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιῶναι. Γίνεται Πλάτων, ὥς φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ὀγδόη καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι, Θαργηλιῶνος ἑβδόμῃ· καθ ̓ ἣν Δήλιοι τὸν Ἀπόλλωνα γενέσθαι φασίν. Ἀπολλόδωρος δὲ, ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενος, φησὶ καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι. Καθ ̓ ὃν δὴ χρόνον καὶ Ἀντίμαχον τὸν ποιητὴν Ἀπολλόδωρος ὁ Ἀθηναῖος φησὶν ἠνθηκέναι.