Ancient Greek · ~7 min
Section 493
Apollonius Dyscolus, Περὶ συνδέσμων 493
Not analysed yet
Τινὲϲ δὲ καὶ τῶν φιλοϲόφων εἰϲ ἀναπόληϲίν φαϲι τῆϲ ἐρωτήϲεωϲ τὸν ἆρα παραλαμβάνεϲθαι, καθότι καὶ εἰϲ πλείονα ϲυγκατάθεϲιν τὸ ναὶ γέγρα φα, καὶ εἰϲ μᾶλλον ὕπαρξιν τὸν καί ἐν τῷ καὶ γράφῶ . —ἔλοθε δὲ αὐτούϲ, ὅτι καὶ ἐν τῷ ἆρα ἡμέρα καὶ ἔτι τοῖϲ παραπληϲίοιϲ ἐλλειπτικόϲ ἐϲτιν ὁ λόγοϲ, ἀπεκδεχομένων ἡμῶν τὰϲ ϲυμβολικὰϲ φωνάϲ, λέγω τὴν οὔ καὶ τὴν ναί. τὰ γὰρ ἐντελῆ ἐϲτι τοιαῦτα, ἡμέρα ἐϲτὶν ἦ οὕ; ἡμέρα ἐϲτὶν ἦ νύξ; Τρύφων παρεγένετο ἦ οὔ; Τ ρύ φ ων παρεγένετο ἦ Διον ύϲιοϲ: —Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ καθόλου οἱ τοιοῦτοι λόγοι ἐκ διαζευκτικῆϲ φράϲεωϲ μετατέθεινται εἰϲ διαπορητικὴν ϲύνταξιν· καὶ γὰρ κατ’ ἐρώτηϲιν διαπορούντων ἡμῶν τι πρόϲ τιναϲ λόγουϲ καθ’ ὁριϲμὸν ἐκφερομένουϲ, παρα λαμβάνεται ἡ κατ’ ἐρώτηϲιν φράϲιϲ· περιπ ατεῖ Τρύφων. περιπατεῖ Τρύφων; γέγραφα . γέγρα φαϲ; ϲήμερον γέγραφα. ϲήμερον γέγρα φαϲ; —τὰ δέοντα οὖν τούτων τῶν λόγων παραλαμβανέϲθω εἰϲ διάζευξιν· τῶν μὲν ὡριϲμένων, οἷον ἡμέρα ἐϲτὶν ἢ νύξ ἐϲτι. (ϲαφὲϲ γὰρ ὅτι ὁ τὸ τοιοῦτον ἀποφαινόμενοϲ ἓν οἶδεν ἀληθὲϲ ὄν.) οὐχὶ οὖν πάλιν ἐπὶ τοῦ τοιούτου λόγου γενήϲεταί τιϲ ὑπερώτηϲιϲ· ἡμέρα ἐϲτὶν ἦ νύξ ἐϲτι; καὶ δῆλον ὅτι ὁ οὕτω λέγων ἀμφοτέρων ἐϲτὶ παραϲτατικόϲ, αἰτεῖ μέντοι τὸ ἕτερον, καθότι ,ὡϲ ἔφαμεν ,ὁ διεζευγμένοϲ ἐπαγγέλλεται τὸ ἕτερον. Οὐκ ἀπιθάνωϲ δὲ οἶμαι καὶ τὴν τοῦ ϲυνδέϲμου φωνὴν μετατεθεῖϲθαι τοῦ . νοῦ, καθότι καὶ ὅλη ἡ φράϲιϲ τὸ αὐτὸ ἀνεδέξατο· καθότι καὶ ἐκ τοῦ πλεονάϲαντοϲ ε ϲυμφανέϲ ἐϲτιν. ὡϲ γὰρ ἐν τῷ διαζευκτικῷ ἐϲτὶν ὁ ἠέ, οὕτωϲ καὶ ἐν τῷ διαπορητικῷ, ἧε χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν (Α 192). ἀλλὰ κἀκ τῆϲ τάξεωϲ. ὡϲ γὰρ τὰ διεζευγμένα ἀδιαφορεῖ, οὕτωϲ καὶ τὰ διηπορημένα, ἡμέρα ἐϲτὶν ἢ νύξ ἐϲτι, νύξ ἐϲτιν ἢ ἡμέρα ἐϲτίν. εἴτε γὰρ κατὰ διαπόρηϲιν εἴτε κατὰ διάζευξιν φαίημεν, ἀδιαφορεῖ.