Ancient Greek
Section 494
Apollonius Dyscolus, Περὶ συνδέσμων 494
Not analysed yet
—ὁμολόγωϲ οὖν οἱ κατ’ ἀρχὴν τιθέμενοι ϲύνδεϲμοι τῶν προκειμένων λόγων καὶ κατὰ φωνὴν διαλλαγὴν ἔϲχον, ὥϲτε ἐν μὲν διαζευκτικῷ παραλαμβάνεϲθαι τὸν ἤτοι, ἐν δὲ διαπορητικῷ τὸν ἆρα, ἤτοι Τρύφων πα ρέϲται ἢ Θέων, ἆρα Τρύφων παραγεν ήϲεται ἧ Θέων; μόνου τοῦ κατ’ ἀρχὴν ἤ κοινῶϲ εἰλημμένου ἐπί τε διαζεύξεωϲ ἐπί τε διαπορήϲεωϲ. Eἴρηται ὡϲ τὸ α τοῦ ἆρα εἰϲ η μετετίθετο παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ, ὑπεϲταλμένηϲ τῆϲ Ἀττικῆϲ καὶ κοινῆϲ. καί πού τινεϲ ἐπὶ τῆϲδε τῆϲ μεταθέϲεωϲ ἐπιϲτοῦντο, ὡϲ τὸ μακρὸν α εἰϲ η μετατίθεται παρ’ Ἴωϲιν, οὐ τὸ βραχύ, καθότι ὁ ἐν βραχεῖ τῷ α λεγόμενοϲ ἄρα ϲυλλογιϲτικόϲ ἐϲτι καλούμενοϲ ἢ ἐπιφορικόϲ, ὃν οὐ μετατιθεῖϲι. καὶ ἀντέλεγε Τρύφων (p. 36 Velsen), παρατιθέμενοϲ ὡϲεὶ καὶ τὸ βραχὺ α εἰϲ η μετατίθεται, ὡϲ τὸ ἀναιδείην ἐπιειμένε (Α 149), διπλάϲιον διπλήϲιον, τὴν ἀμαιμάκετον Ϲκύλλην, πείνη δ’ οὔ ποτε δῆμον ἐπέρχεται (ο 407 ),ὕψι δ’ ἀέλλη (Π 374). ἐρχῆν δὲ κἀκεῖνο παραθέϲθαι, ὡϲ καὶ ἐπ’ αὐτοῦ τοῦ ϲυνδέϲμου ἡ μετάθεϲιϲ γεγόνοι. τὸ γὰρ ἦρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμόϲ (Κ 401 )οὐκ ἀπὸ τοῦ διαπορητικοῦ· οὐδὲ τὸ. ἧρά νύ μοι ξεῖνοϲ πατρώιόϲ ἐϲϲι παλαιόϲ (Ζ 215), ἦρά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν (Γ 183)· τοιοῦτον γάρ τί φηϲι· ξένοϲ ἄρα πατρ ώιοϲ εἶ, μεγάλων ἄρα δώρ ων ἐπιθυμεῖϲ. καὶ ἐπ’ ἄλλων πολλῶν. Μῶν. Ϲυνήθηϲ ἐϲτὶ ποιηταῖϲ. καὶ πρόϲ τινων . . . ὡϲ εἴη ϲυνεϲτὼϲ ἐκ τοῦ μή καὶ οὖν. πρὸϲ οὓϲ ἀντιτίθηϲι Τρύφων (p. 36 Velsen) κἀκ τοῦδηλουμένου κἀκ τῆϲ φωνῆϲ . ἐκ μὲν οὖν τοῦ δηλουμένου, ὡϲ ἀϲυϲτατεῖἡ μή ἀπαγόρευϲιϲ μετὰ ϲυλλογιϲτικοῦ τοῦ οὖν διαπορητικὸν ἀποτελέϲαι, εἴγε διαφέρει τὸ ϲυλλογίζεϲθαι τοῦ διαπορεῖν. καὶ ἔτι ὡϲ ὁ οὖν ἐν ὑποτάξει ἐϲτίν, ὁ δὲ μῶν προτακτικόϲ. ἐκ δὲ τῆϲ φωνῆϲ, καθὸ ὁ μῶν ϲύνδεϲμοϲ τὸ υ ἐκθλίβει·