Ancient Greek · ~7 min
Section 495
Apollonius Dyscolus, Περὶ συνδέσμων 495
Not analysed yet
οὐ γὰρ οἷόν τε εὑρέϲθαι τὸ υ ἐκθλιβόμενον, προϲλαμβανόμενον δὲ κατὰ τὰϲ γινομέναϲ ϲυναλοιφάϲ, ὡϲ ἐν τῷ δὴ αὖτε δηῦτε, ὁ αὐτόϲ ωὑτόϲ, ἐμέο αὐτοῦ ἐμωυτοῦ. ἧν ἂν οὖν καὶ μωῦν. Καὶ πρὸϲ τὸ τοιοῦτόν τινεϲ ἔφαϲαν, ὡϲ διὰ κακοφωνίαν ἐκθλιβείη τὸ υ. Δέον δὲ πρὸϲ μὲν τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον φάναι, ὡϲ οὐ παρὰ τὸν οὖν ἡ ϲύνθεϲιϲ, ἀλλὰ παρὰ τὸν ὦν, ὄντα καὶ Ἰωνικὸν καὶ Αἰολικὸν καὶ Δωρικόν. Ἀλλὰ πῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ; ὅτι δυνάμει Ἴωνεϲ. ἀλλ’ εἰ καὶ ἀπὸ Δωρίδοϲ διαλέκτου ἦν τι παρ’ Ἀθηναίοιϲ, οὐ ξένον, ὅπου γε καὶ δαρόν φαϲιν. —ἀλλὰ καὶ ἐπὶ ϲυναλοιφῆϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τὸ θάτερον παρ’ αὐτοῖϲ ἀϲύϲτατον, ἐὰν παρὰ τὸ ἕτερον ᾖ ϲυνηλιμμένον, εἴγε ἡ τοιαύτη ϲυνέλευϲιϲ εἰϲ τὴν ου δίφθογγον μεθίϲταται, τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, τὸ ἔλαιον τοὔλαιον. πῶϲ οὖν τὸ ἕτερον οὐ θούτερον; ψυχρὸν τὸ λέγειν, ὅτι ἀπὸ πληθυντικῆϲ ἐκφορᾶϲ εἰϲ ἑνικὴν μετῆλθε. πότε γὰρ πληθυντικὸν ἑνικὸν ἐκαAnιuνω. νόνιϲε; καὶ πότε οὐχὶ αἱ παραθέϲειϲ κατὰ τοὺϲ ἰδίουϲ ἀριθμοὺϲ τὰϲ ϲυναλοιφὰϲ ἀναδέχονται; ἔϲτω δὲ ἐν ὑποδείγματι τὸ ἔργον τοὖργον, τὰ ἔργα τἆργα. καὶ ὡϲ οὐχ ὑγιὲϲ τὸ λέγειν τοὖργα ἢ τἆργον ,δῆλον ὡϲ καὶ ἐπὶ τοῦ προκειμένου ταὐτὸν παρακολουθήϲει, καὶ ἡ ἀπολογία περιίϲταται εἰϲ ϲολοικιϲμόν. —ἄμεινον οὖν παραδέξαϲθαι Δωρικὴν μετάθεϲιν τοῦ ε εἰϲ τὸ α, καὶ ὡϲ ὁ ἀνήρ ἁνήρ, ὁ ἄνθρωποϲ ἅνθρωποϲ, οὕτωϲ τὸ ἅτερον θάτερόν ἐϲτι, καὶ ἄλλα, τὸ πεινῆν καὶ διψῆν. καὶ οὐκ ἐπὶ πλέον δεῖ περὶ τούτων παραθέϲθαι. Καθίϲταται οὖν κατὰ φωνὴν ὁ μῶν οὕτωϲ. πρὸϲ δὲ τὸν ἀπὸ τοῦ δηλουμένου λόγον ἐκεῖνα ἂν φήϲαιμεν. πρῶτον ὅτι αἱ ϲυνθετοι τῶν λέξεων οὐ τὸ αὐτὸ ἐπαγγέλλονται ταῖϲ ἁπλῶϲ ἐκφερομέναιϲ, ἐν τοῖϲ περὶ ϲχημάτων εἴρηται. καὶ ἐξ αὐτῶν τῶν ϲυνδέϲμων πλεῖϲτα ἔϲτι παραθέϲθαι, καθὸ ἑξῆϲ εἰρήϲεται, εἴγε ἄλλο μὲν τὸ καί, ἄλλο δὲ τὸ καίτοι δηλοῖ.