Ancient Greek · ~7 min
Section 496
Apollonius Dyscolus, Περὶ συνδέσμων 496
Not analysed yet
—ἀλλ’ εἰ καὶ τὸ τοιοῦτον παραθείη τιϲ, ἔϲτι καταϲτῆϲαι κυρίωϲ τὴν κατάϲταϲιν τοῦ ϲυνδέϲμου, ὡϲ βούλεται ὁ Τρύφων. τὸ μή οὐ πάντοτέ ἐϲτιν ἀπαγορευτικόν, ἀλλὰ καὶ διαπορητικῶϲ παραλαμβάνεται· μὴ γρά ψεῖ; μὴ λήϲεται ἡμᾶϲ; ἴϲον γάρ ἐϲτι τῷ ἆρα λήϲεται ἡμᾶϲ. ἀλλὰ μὴν καὶ ὁ οὖν παραπληρωματικόϲ ἐϲτι. ϲυνέϲτηκεν οὖν ὁ μῶν ἔκ τε διαπορητικοῦ τοῦ μή καὶ τοῦ ὦν παραπληρωματικοῦ, καὶ οὕτωϲ ἐϲτὶ διαπορητικόϲ. μαριτυρεῖ δὲ ϲυλλογιϲτικῷ μὲν ὄντι τῷ οὖν τὸ οὐκοῦν οὐ βαρυνόμενον κατὰ τέλοϲ, παραπληρωματικῷ δ’ ὄντι τὸ βαρυνόμενον. Κᾶτα. Οὗτοϲ πολλάκιϲ ἐν ἴϲῳ τῷ καί παραλαμβάνεται. οὐ γὰρ . . . ον παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (v. 203) τὸ κᾶτα πῶϲ δυνήϲομαι ἀντὶ τοῦ καί παραλαμβάνεϲθαι. ἴϲωϲ μέντοι ἐκεῖνο διαπορητικόν ἐϲτιν ἐν Φοινίϲϲαιϲ Εὐριπίδου (v. 598 Kirchhoff) κᾶτα ϲὺν πολλοῖϲιν ἦλθεϲ. Τρύφων (p. 37 Velsen) μέντοι ἐν τῷ περὶ ἐπιρρημάτων ὡϲ περὶ ἐπιρρήματοϲ χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ῷ καὶ ἐζήτηϲεν, εἰ ἐγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ ϲυνδέϲμων, ὁμοίωϲ τοῖϲ περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ ϲχεδὸν ἅπαϲι ϲύνδεϲμον ἐκδεχόμενοϲ, πάλιν λόγουϲ τινὰϲ προὐφέρετο ἐξεταϲτικοὺϲ τοῦ ἐγκεῖϲθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινεϲ ᾠήθηϲαν, καὶ ἦϲαν τοιοῦτοι οἱ κανόνεϲ· ὁ καί ϲύνδεϲμοϲ ἔκθλιψιν τοῦ ι καὶ κρᾶϲιν τοῦ α ποιεῖται εἰϲ μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου (φαίνεται ὅτι καὶ τοῦ η)· καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνοϲ κἀκεῖνοϲ. ὅτε μέντοι δίφθογγοϲ ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερόμενον γὰρ μόνον τὸ ο κρᾶϲιν ποιεῖται, καὶ ὁ ϲόϲ χὡ ϲόϲ, καὶ ὁ οἶνοϲ χοἷνοϲ, καὶ ὁ φίλοϲ χὡ φίλοϲ. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεῖτα. καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλούμενόν φηϲι μάχεϲθαι.