Ancient Greek · ~7 min
Section 497
Apollonius Dyscolus, Περὶ συνδέσμων 497
Not analysed yet
ὁ μὲν γὰρ καί ϲύνδεϲμοϲ ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐϲτίν (ὑφ’ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμεν καὶ Διονύϲιοϲ ἔγραφε καὶ Ἀπ ολλ ώνιοϲ), καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιϲτικόϲ· ὁ δὲ εἶτα χρόνου τομὴν ἐπαγγέλλεται. ὁ γὰρ λέγων Ἀριϲτοφάνηϲ ἔγρα ψεν, εἶτα Ἀπολλώνιοϲ τάξεώϲ ἐϲτι παραϲτατικόϲ. προϲθείημεν δ’ ἂν ὅτι καὶ τοῖϲ κατὰ ἀριθμὸν παραλαμβανομένοιϲ ϲύνεϲτιν ,Ἀρίϲτα ρχοϲ πρῶτοϲ ἔγραψε ν, εἶτα δεύτεροϲ Ἀριϲτοφάνηϲ, εἶτα τρίτοϲ καὶ τὰ ἑξῆϲ. εἰ καὶ τὸ δεύτερόϲ τιϲ βαϲτάξειε, μένει τὸ ἐν δευτέρᾳ τάξει νοούμενον, Ἀρί ϲταρχοϲ πρῶτοϲ ἔγρα ψεν, εἶτα Διονύϲιοϲ. εἰ μέντοι τὸν καί παραλαμβάνοιμεν, ἀμφότεροι γίγνονται. διὰ τούτων οὖν θεματικὸν τὸν ϲύνδεϲμον ἐξεδέχετο. —εἶτά φηϲι· χωρὶϲ εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡϲ ὁ δή, ἀποβολῆϲ γενομένηϲ τοῦ ι καὶ εὐλόγου ἐκτάϲεωϲ τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν. ἦν δ’ ἂν τοῦτο πιθανόν ,εἰ πάντοτε ἀντὶ τοῦ καί παρελαμβάνετο ὁ κᾶτα. καὶ φαίνεται ὅτι, δι’ οὐ ᾐτήϲατο ὑποϲτολὴν τοῦ ι, διὰ τούτου οἱ ἀξιοῦντεϲ τὸ εἶτα ἐγκεῖϲθαι κατορθοῦϲι τὸν κᾶτα. ὡϲ γὰρ τὸ καὶ ἐμέ κἀμέ, οὕτω καὶ τὸ καὶ εἶτα, ἐνδεῆϲαν τῷ δευτέρῳ ι, ὑποϲυνήλιπται ἐν τῷ κᾶτα. Πρὸ τῆϲ καταλογῆϲ τῶν αἰτιολογικῶν ἐπιϲτατέον μορίῳ τῷ ἕκητι, τί ποτ’ ἂν εἴη μέροϲ λόγου. καὶ δῆλον ὅτι, εἰ ϲημαίνοι τὸ ἕνεκα. ϲύνδεϲμοϲ ἂν εἴη αἰτιολογικόϲ, ἰϲοδυναμῶν τῷ ἕνεκα καὶ χάριν· εἰ δὲ μὴ δηλοῖ μὲν τὸ ἕνεκα, τὸ δὲ ἑκοντηδόν, ἕκητι ϲοῦ ὡϲ εἰ ἑκόντοϲ, δῆλον ὡϲ ἐπίρρημα. —Ἀλλά φηϲιν ὁ Τρύφων (p. 39 Velsen), ὡϲ ἀδύνατον ἂν εἴη ϲύνδεϲμον αὐτὸ ἐκδέξαϲθαι, καθὸ οὔ ποτε οἱ ϲύνδεϲμοι τὴν α ϲτέρηϲιν ἀναδέχονται, ἔϲτι δὲ τὸ ἀέκητι ἐν ϲτερήϲει τοῦ ἕκητι.