Ancient Greek · ~7 min
Section 507
Apollonius Dyscolus, Περὶ συνδέσμων 507
Not analysed yet
αἲ γὰρ δὴ οὕτωϲ εἴη (Δ 189). καὶ γὰρ ἐπὶ τῶν τοιούτων οὐ δόξει μάχεϲθαι ἡ ϲύνταξιϲ, τοῦ γάρ κατ’ ἀρχὴν τιθεμένου. Ἔτι ὁ γάρ διαφέρει τῶν ἄλλων αἰτιωδῶν, καθὸ ϲχεδὸν ἅπαϲι ϲυντάϲϲεται. ὅτι γὰρ παρεγένου· ἕνεκα γὰρ τούτου ἧλθεϲ. καὶ δῆλον ὅτι οἱ μὲν ἄλλοι ϲύνδεϲμοι χώραν εἶχον τὴν προτακτικήν, καὶ οὐδεὶϲ τῷ ἑτέρῳ ἐδύνατο ὑποτετάχθαι, οὔτε ὁ ἕνεκα τῷ οὕνεκα, οὔτε ὁ οὕνεκα τῷ ἕνεκα, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό· ὁ μέντοι γάρ, τῷ δέοντι τόπῳ προϲχρώμενοϲ τῷ ὑποτακτικῷ, ἀκωλύτωϲ ἐν ὑποτάξει παραλαμβάνεται. —Ὁ μὲν οὖν Τρύφων φηϲὶν ὡϲ ἐκ τῶν δύο ϲυνδέϲμων ἓν καθίϲταται τὸ αἰτιολογούμενον, ἕνεκα γὰ ρ τούτου ἦλθεϲ ὡϲ εἵνεκα τούτου ἤλυθαϲ· ὅτι γὰρ παρεγένου· καὶ ἐπὶ τῶν παραπληϲίων τὸ αὐτό. τινὲϲ μέντοι ἐπιπλοκὴν ἐξεδέξαντο τῶν αἰτιωδῶν ϲυνδέϲμων, ὥϲτε ἐξ αἰτίου αἴτιον . ενδ . τὸ αἰτιολογούμενον ἕνεκα γὰρ τούτου ἦλθεϲ κα . . νουϲί τε οὕτωϲ τῷ μὲν ἤλυθεϲ τὸν γάρ ϲυντάϲϲοντεϲ, τῷ δὲ τούτου τὸν ἕνεκα, ἦλθεϲ γὰρ ἕνεκα τούτου· ὅ τι γὰρ ἦλθεϲ μέμφομαί ϲε, μέμφομαι γάρ ϲε ὅτι ἦλθεϲ . . ὁ Τρύφωνοϲ δ’ ἂν λόγοϲ ϲυνηγορηθείη, καθὸ πολλοὶ καὶ ἄλλοι ϲύνAauνπ. δεϲμοι ἰϲοδυναμοῦντεϲ παράλληλοι τίθενται, καὶ οὐ μόνοι ϲύνδεϲμοι, ἀλλὰ καὶ ἄλλα μέρη λόγου. οὐκ ἐκεῖνο μέντοι παραδεξόμεθα, ἐφ’ οὗ φηϲι (p. 4l Velsen) τὸν μὲν γάρ ἕνα εἶναι ϲύνδεϲμον, ἰϲοδυναμοῦντα τῷ δέ, ἐν ὑποδείγματι τοιούτῳ· ἐγὼ μὲν καὶ Διονύϲιοϲ ἐδειπν οῦμεν, ϲὺ μὲν γὰρ οὐ πα ρεγένου. οὔτε γάρ ,φηϲιν, ὁ μέν δεόντωϲ ἐν προτάϲει, οὔτε ὁ γάρ ἐπ’ αἰτίαϲ τινὸϲ παραλαμβάνεται. εἷϲ οὖν ἐϲτιν ἀντὶ τοῦ δέ, καὶ ὁ τύποϲ τῆϲ φωνῆϲ καὶ ἔτι ὁ τόνοϲ αἴτιοί εἰϲι τοῦ μὴ δοκεῖν τὸν μέν καὶ γάρ ἕνα εἶναι, ὡϲ ἐπὶ τοῦ αὐτάρ ἓν ὑπολάβοιτό τιϲ τὸν αὖ καὶ τὸν τάρ εἶναι διὰ τὸν τόνον,