Ancient Greek · ~7 min
Section 508
Apollonius Dyscolus, Περὶ συνδέσμων 508
Not analysed yet
καθὸ ὁ γάρ ἀϲυνέγκλιτοϲ ὢν ἐπάγει ἐφ’ αὑτὸν τὴν ὀξεῖαν, Ζεὺϲ γάρ. τοιοῦτον δὲ καὶ τὸ μὲν γά ρ. ἡ μὲν γὰρ φωνὴ παρειϲδύεται ἄλογοϲ, εἴγε τὰ εἰϲ ρ λήγοντα μετὰ βραχείαϲ μόρια βαρύτονά ἐϲτι, καὶ διὰ τοῦτο τοῦ πατήρ ἡ κλητικὴ ἐβαρύνθη ἐν τῷ πάτερ καὶ τοῖϲ παραπληϲίοιϲ· καὶ οὐκ ἄλογοϲ ἡ ἀνάγνωϲιϲ Πτολεμαίου τοῦ ἀναλογητικοῦ, ἐν τῷ αὐτὰρ ἐπεὶ κόϲμηθεν (Γ 1) βαρύνοντοϲ τὸ τέλοϲ. καθὸ γὰρ πρόθεϲιϲ ἡ ὑπέρ, οὐκέτι δύναται ἀντικεῖϲθαι, ὧνπέρ ἐϲτι τὸ τέλοϲ ὀξὺ πάντοτε. —δεύτερον καὶ οὐ παρά τινι παρειλημμένοϲ ἦν εἰϲ ἓν μέροϲ λόγου. —τρίτον ὡϲ καὶ ἐκ παραθέϲεών τινων ϲυνδέϲμων ἄλλαι δυνάμειϲ ϲυνδεϲμικαὶ ἀποτελοῦνται. ὁ γοῦν μέν ,προϲλαβὼν τὸν τοί, ἴϲην δύναμιν ἀποτελεῖ πάλιν τῷ δέ. ἀλλὰ καὶ ὁ καί, ἔτι προϲλαβὼν τὸν τοί καὶ ἔτι τὸν μήν, ἄλλην δύναμιν ἐπαγγέλλεται. πολλάκιϲ τε δύο ἢ καὶ πλείονα μέρη λόγου ἑνὸϲ ἐπαγγέλλεται ϲημαϲίαν. τὸ γοῦν εἰϲ οἶκον τὸ αὐτὸ τῷ οἴκαδε, καὶ ἄλλα ἄπειρα. οὐδὲν οὖν κωλύοι καὶ τὸν μὲν γάρ δύναμιν ἑνὸϲ ϲυνδέϲμου ἐπαγγέλλεϲθαι. τί γάρ, εἰ καὶ οὕτω τιϲ ἐκδέξαιτο, τὸν γάρ πλεονάζοντα, τόν τε μέν οὐκ ἀϲυνήθωϲ ἀντὶ τοῦ μήν παρειλῆφθαι; . . . . . . οὐ μὲν γάρ τί ϲὲ πεζὸν ὀίομαι (α 173)· οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον (Γ 453). τοϲαῦτα περὶ τοῦ γάρ. Διὅτι. Ἐπὶ τούτου ἐπέϲτηϲάν τινεϲ, εἰ μετὰ τῆϲ διά προθέϲεωϲ ϲύγκειται ὁ ὅτι ϲύνδεϲμοϲ ἢ τὸ ὅτι πτωτικόν, καὶ δῆλον ὅτι ἢ ἁπλοῦν ἢ ἐν παραθέϲει τοῦ ὅ. καὶ εἴη ἂν ϲυνηγορία τῆϲ τοῦ ϲυνδέϲμου ϲυνθέϲεωϲ ἥδε. τὸ αὐτὸ δηλοῖ τῷ ὅτι καὶ διὅτι, ϲύνταξίν τε τὴν αὐτὴν ἔχει, ὅτι περιπατῶ, κινοῦμαι· διὅτι περιπατῶ ,κινο ῦμαι. —ἀλλὰ πρόϲ γε ταῦτα ῥητέον· οὐδέποτε ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐν ϲυνθέϲει ἐϲτί.