Ancient Greek · ~7 min
Section 509
Apollonius Dyscolus, Περὶ συνδέσμων 509
Not analysed yet
δεῖ δὲ νοεῖν ὅτι τὸ διὅτι ἕν ἐϲτι μέροϲ λόγου, καθὸ ἐπεδείξαμεν τὰϲ προθέϲειϲ ἐν ἀπτώτοιϲ ἑνοῦϲθαι. —ἔτι ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐπ’ αἰτιατικὴν φέρεται, δι’ Ἀπολλώνιον, διὰ ϲέ. φέρε γὰρ οὕτωϲ εἰπεῖν διὰ ϲοῦ, καὶ οὐκέτι αἰτιώδηϲ ἡ διά. ἔνθεν φαμὲν αἰτιατικῆϲ τὸ τό εἶναι ἐν τῷ διὰ τὸ ἡμέραν εἶναι φ ῶϲ ἐϲτιν. ὁ δὲ ὅτι ϲύνδεϲμοϲ πτῶϲιν οὐκ ἀναδέχεται. —ἀλλ’ οὐδὲ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἐπὶ τὸ αὐτὸ φέρεται τὸ διὅτι καὶ ὅτι. ὃ μὲν γὰρ λείπει τῷ ἀνταποδοτικῷ, ὃ δὲ οὔ. τὸ γὰρ οὕτω λεγόμενον, διὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτι λείπει τῷ διὰ τοῦτο · τὸ δὲ ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτιν αὐτοτελέϲ. ὅτι περιπα τῶ, κινοῦμαι· οὐ γὰρ δή γε τοιοῦτον ἔϲτιν, ὅτι περιπατῶ, διὰ τοῦτο κινοῦμαι. —φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen ),ὡϲ τοῖϲ τοιούτοιϲ μορίοιϲ, πτωτικοῖϲ οὖϲιν, ἀνταποδίδοται τὰ τοιαῦτα, ὡϲ ἐν τοῖϲ τοιούτοιϲ ὅϲ τιϲ περιπατεῖ, ο ὗτοϲ κινεῖται· ὅ τι περιπατεῖ, τοῦτο κινεῖται. καὶ δῆλον ὅτι τὸ διὅτι, ἔχον τὴν αὐτὴν ἀνταπόδοϲιν, ἔχει ἐγκείμενον πτωτικὸν τὸ ὅ τι, ϲαφὲϲ ποιοῦν κἀκ τοῦ πνεύματοϲ, καθὸ μέϲη ἡ δαϲεῖα, ὑπαγορεύουϲα τὴν διά πρόθεϲιν ἐν τῇ παραθέϲει. (οὐ γὰρ δή γε καὶ αὐτὸ μόριόν ἐϲτι τῶν ἡμαρτημένων, ὁμοίωϲ τῷ εἶἑν, εὔἁν, εὐοἵ.) δεῖ δὲ νοεῖν ἐπὶ τῆϲ ϲυντάξεωϲ, ὅτι πτωτικὸν καθεϲτηκὸϲ τὸ διὅτι τρία μέρη λόγου δηλοῖ ἐν παραθέϲει, τήν τε πρόθεϲιν ,ἣν ἔφαμεν πάντοτε ἐν παραθέϲει εἶναι αἰτιωδῶϲ παραλαμβανομένην, καὶ τὸ ὅ καὶ τὸ τί ,καὶ ἐν πτώϲεϲι δὲ αἰτιατικαῖϲ, ἐφ’ ἃϲ καὶ φέρεται ἡ πρόθεϲιϲ. τούτων δὲ ἀπόδειξιϲ ἡ τῶν ἑτερογενῶν παρείϲδυϲιϲ, δι’ ὅν τινα, δι’ ἥν τινα, καὶ ἐπὶ πληθυντικῶν δι’ οὕϲ τιναϲ, δι’ ἅϲ τιναϲ. τὸ γὰρ ἐπ’ οὐδετέρου ἐλελήθει ἡμᾶϲ, καθὸ ἐν ὁμοφωνίᾳ παραλαμβάνεται . . . . κλίϲεωϲ ἐπί τε εὐθείαϲ καὶ αἰτιατικῆϲ καὶ ἐπὶ .