Ancient Greek · ~7 min
Section 510
Apollonius Dyscolus, Περὶ συνδέσμων 510
Not analysed yet
κλητικῆϲ. —Τοῖϲ αὐτοῖϲ ἐπιχειρήμαϲι προϲχρηϲτέον καὶ ἐπὶ τοῦ διὅτι καὶ ἔτι τοῦ καθὅτι. καὶ γὰρ ἡ κατά ἐν ἴϲῳ παραλαμβάνεται τῇ διά, ὡϲ ἔφαμεν κατὰ ταύτην τὴν πρόφαϲιν ἐν ἴϲῳ τῷ διὰ ταύτην τὴν πρόφαϲιν· κατὰ τοῦτο ἐλή λυθα, διὰ τοῦτο ἐλήλυθα. —οὕτωϲ ἔχει καὶ ἡ εἴϲ καὶ ἡ πρόϲ· πρὸϲ τί λυπ ῇ; διὰ τί λυπῇ; εἰϲ τοῦτο ἐλήλυθα, διὰ τοῦτο ἐλήλυθα. Ἵνα. Διαφορὰϲ ἔχει τὸ μόριον τρεῖϲ, ϲυνδεϲμικὰϲ μὲν δύο καὶ ἐπιρρηματικὴν μίαν, τόπου δηλωτικήν. ϲυνδεϲμικὸν μὲν οὖν καθεϲτηκὸϲ τὰ ϲυνταϲϲόμενα ῥήματα μετατίθηϲιν εἰϲ τὰ καλούμενα ὑποτακτικά, καθότι καὶ ὁ ἐάν ἐπιζευκτικόϲ, ἵνα γρά ψω, ἵνα γράψ ῃϲ, ἵνα γρά ψῃ· ἐπιρρηματικῶϲ δὲ φυλάϲϲει τὴν ὁριϲτικὴν κλίϲιν, ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο (κ 417)· ἔνθ’ ἵνα ἐϲ κακόν ἐϲτιν. καὶ τοῦτό γε διοίϲει, ὡϲ ϲυνήθωϲ μέν ἐϲτι ϲύνδεϲμοϲ καθεϲτηκώϲ, ποιητικῶϲ δὲ ἐπίρρημα. Ἔχει δὲ καὶ τὰϲ ϲυνδεϲμικὰϲ διαφορὰϲ δύο οὔϲαϲ, μίαν μὲν αἰτιολογικήν, ἑτέραν δὲ ἀποτελεϲτικήν. ἐν γὰρ αἰτίᾳ τοῦ ἀναγνῶναί φαμεν οὕτωϲ, ἵνα ἀναγν ῶ ἐτιμήθην, ἵν α λοιδο ῥήϲω ἐπεπλήχθην· οὐκέτι δὲ τὸ αὐτὸ παρέπεται ἐν τοῖϲ τοιούτοιϲ, δὸϲ ἵνα γρά ψω, ἵνα γρά ψῃϲ, ἵνα γρά ψῃ· Θέων διακινεῖ ἵνα ὑγιάνῃ, φιλοπονεῖ ἵν α ἐνάρετοϲ γένηται. ϲαφὲϲ γὰρ ὅτι εἰϲ ἀποτελεϲτικόν τι παραλαμβάνεται ἐπὶ τῶν τοιούτων ὁ ἵνα. Ὅπωϲ. Καὶ τόδε τὸ μόριον ϲύνδεϲμοϲ καθέϲτηκε, ταὐτὰ δηλῶν τῷ ἵνα· πάλιν γὰρ τὸ ἵνα ὑγιάνῃ ἐν ἴϲῳ ἐϲτὶ τῷ ὅπ ωϲ ὑγιάνῃ, ἵν’ ἀθανάτοιϲι φαείνοι (γ 2). οὐκέτι μέντοι, ἐπίρρημα ὄν, τὸ αὐτὸ δηλοῖ· τὸ μὲν γὰρ ἵνα τοπικόν, τὸ δὲ ὅπωϲ ἐν ἀναφορᾷ τοῦ πῶϲ. ὃν γὰρ τρόπον παρὰ τὸ ὅτε γίνεται τὸ πότε καὶ ἔτι ὁπότε, οἷοϲ ποῖοϲ ὁποῖοϲ; ἡνίκα πηνίκα ὁπηνίκα, τὸν αὐτὸν δὴ τρόπον καὶ παρὰ τὸ ὥϲ ἐϲτι τὸ πῶϲ καὶ ὅπωϲ.